44.1 αὐτὸς δὲ μετὰ τῆς ἀκμαιοτάτης δυνάμεως εἰς Ὑρκανίαν κατέβαινε · καὶ πελάγους ἰδὼν κόλπον οὐκ ἐλάττονα μὲν τοῦ Πόντου φανέντα , γλυκύτερον δὲ τῆς ἄλλης θαλάττης , σαφὲς μὲν οὐδὲν ἔσχε πυθέσθαι περὶ αὐτοῦ , μάλιστα δὲ εἴκασε τῆς Μαιώτιδος λίμνης ἀνακοπὴν εἶναι .
44.2 καίτοι τούς γε φυσικοὺς ἄνδρας οὐκ ἔλαθε τἀληθές , ἀλλὰ πολλοῖς ἔτεσιν ἔμπροσθεν τῆς Ἀλεξάνδρου στρατείας ἱστορήκασιν ὅτι τεσσάρων κόλπων εἰσεχόντων ἀπὸ τῆς ἔξω θαλάσσης βορειότατος οὗτός ἐστι , τὸ Ὑρκάνιον πέλαγος καὶ Κάσπιον ὁμοῦ προσαγορευόμενον . ἐνταῦθα τῶν βαρβάρων τινὲς ἀπροσδοκήτως περιτυχόντες τοῖς ἄγουσι τὸν ἵππον αὐτοῦ τὸν Βουκεφάλαν λαμβάνουσιν .
44.3 δὲ ἤνεγκεν οὐ μετρίως , ἀλλὰ κήρυκα πέμψας ἠπείλησε πάντας ἀποκτενεῖν μετὰ τέκνων καὶ γυναικῶν , εἰ τὸν ἵππον αὐτῷ μὴ ἀναπέμψειαν . ἐπεὶ δὲ καὶ τὸν ἵππον ἄγοντες ἧκον καὶ τὰς πόλεις ἐγχειρίζοντες , ἐχρήσατο φιλανθρώπως πᾶσι καὶ τοῦ ἵππου λύτρα τοῖς λαβοῦσιν ἔδωκεν .