43.1 μὲν οὖν προθυμία πάντων ἦν ὁμοία · μόνους δέ φασιν ἑξήκοντα συνεισπεσεῖν εἰς τὰ στρατόπεδα τῶν πολεμίων , ἔνθα δὴ πολὺν μὲν ἄργυρον καὶ χρυσὸν ἐρριμμένον ὑπερβαίνοντες , πολλὰς δὲ παίδων καὶ γυναικῶν ἁρμαμάξας ἡνιόχων ἐρήμους διαφερομένας παρερχόμενοι , τοὺς πρώτους ἐδίωκον , ὡς ἐν ἐκείνοις Δαρεῖον ὄντα . μόλις δὲ εὑρίσκεται πολλῶν ἀκοντισμάτων κατάπλεως τὸ σῶμα κείμενος ἐν ἁρμαμάξῃ , μικρὸν ἀπολείπων τοῦ τελευτᾶν .
43.2 ὅμως δὲ καὶ πιεῖν ᾔτησε , καὶ πιὼν ὕδωρ ψυχρόν εἶπε πρὸς τὸν δόντα Πολύστρατον · ʹ ἄνθρωπε , τοῦτό μοι πέρας γέγονε δυστυχίας ἁπάσης , εὖ παθεῖν ἀμείψασθαι μὴ δυνάμενον · ἀλλ’ Ἀλέξανδρος ἀποδώσει σοι τὴν χάριν , Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας , ταύτην δίδωμι τὴν δεξιὰν διὰ σοῦ . ʹ ταῦτα εἰπὼν καὶ λαβόμενος τῆς τοῦ Πολυστράτου χειρός ἐξέλιπεν .
43.3 Ἀλέξανδρος δὲ ὡς ἐπῆλθεν , ἀλγῶν τε τῷ πάθει φανερὸς ἦν καὶ τὴν ἑαυτοῦ χλαμύδα λύσας ἐπέβαλε τῷ σώματι καὶ περιέστειλε , καὶ Βῆσσον μὲν ὕστερον εὑρὼν διεσφενδόνησεν , ὀρθίων δένδρων εἰς ταὐτὸ καμφθέντων ἐκατέρῳ μέρος προσαρτήσας τοῦ σώματος , εἶτα μεθεὶς ἑκάτερον , ὡς ὥρμητο ῥύμῃ φερόμενον , τὸ προσῆκον αὐτῷ μέρος νείμασθαι . τότε δὲ τοῦ Δαρείου τὸ μὲν σῶμα κεκοσμημένον βασιλικῶς πρὸς τὴν μητέρα ἀπέστειλε , τὸν δὲ ἀδελφὸν Ἐξάθρην εἰς τοὺς ἑταίρους ἀνέλαβεν .