42.5 ἀκούσας ἔλαβεν εἰς τὰς χεῖρας τὸ κράνος · περιβλέψας δὲ καὶ θεασάμενος τοὺς περὶ αὑτὸν ἱππεῖς ἅπαντας ἐγκεκλικότας ταῖς κεφαλαῖς καὶ πρὸς τὸ ποτὸν βλέποντας ἀπέδωκεν οὐ πιών , ἀλλ’ ἐπαινέσας τοὺς ἀνθρώπους , ʹ ἄν γὰρ αὐτὸς , ʹ ἔφη , ʹ πίω μόνος , ἀθυμήσουσιν οὗτοι . ʹ
42.6 θεασάμενοι δὲ τὴν ἐγκράτειαν αὐτοῦ καὶ μεγαλοψυχίαν οἱ ἱππεῖς ἄγειν ἀνέκραγον θαρροῦντα καὶ τοὺς ἵππους ἐμάστιζον · οὔτε γὰρ κάμνειν οὔτε διψᾶν οὔθ’ ὅλως θνητοὺς εἶναι νομίζειν αὑτούς , ἕως ἂν ἔχωσι βασιλέα τοιοῦτον .