42.1 θαυμάσαι δὲ αὑτὸν ἔστιν ὅτι καὶ μέχρι τοιούτων ἐπιστολῶν τοῖς φίλοις ἐσχόλαζεν , οἷα γράφει παῖδα Σελεύκου εἰς Κιλικίαν ἀποδεδρακότα κελεύων ἀναζητῆσαι , καὶ Πευκέσταν ἐπαινῶν ὅτι Νίκωνα , Κρατεροῦ δοῦλον , συνέλαβε , καὶ Μεγαβύζῳ περὶ τοῦ θεράποντος τοῦ ἐν τῷ ἱερῷ καθεζομένου , κελεύων αὐτὸν , ἂν δύνηται , συλλαβεῖν ἔξω τοῦ ἱεροῦ προκαλεσάμενος , ἐν δὲ τῷ ἱερῷ μὴ προσάπτεσθαι .
42.2 λέγεται δὲ καὶ τὰς δίκας διακρίνων ἐν ἀρχῇ τὰς θανατικὰς τὴν χεῖρα τῶν ὤτων τῷ ἑτέρῳ προστιθέναι τοῦ κατηγόρου λέγοντος , ὅπως τῷ κινδυνεύοντι καθαρὸν φυλάττηται καὶ ἀδιάβλητον . ἀλλ’ ὕστερόν γε αὑτὸν ἐξετράχυναν αἱ πολλαὶ διαβολαί , διὰ τῶν ἀληθῶν πάροδον ἐπὶ τὰ ψευδῆ λαβοῦσαι . καὶ μάλιστα κακῶς ἀκούων ἐξίστατο τοῦ φρονεῖν καὶ χαλεπὸς ἦν καὶ ἀπαραίτητος , ἅτε δὴ τὴν δόξαν ἀντὶ τοῦ ζῆν καὶ τῆς βασιλείας ἠγαπηκώς .
42.3 τότε δὲ ἐξήλαυνεν ἐπὶ Δαρεῖον ὡς πάλιν μαχούμενος ἀκούσας δὲ τὴν ὑπὸ Βήσσου γενομένην αὐτοῦ σύλληψιν ἀπέλυσε τοὺς Θεσσαλοὺς οἴκαδε , δισχίλια τάλαντα δωρεὰν ἐπιμετρήσας ταῖς μισθοφοραῖς . πρὸς δὲ τὴν δίωξιν ἀργαλέαν καὶ μακρὰν γινομένην ἕνδεκα γὰρ ἡμέραις ἱππάσατο τρισχιλίους καὶ τριακοσίους σταδίους ἀπηγόρευσαν μὲν οἱ πλεῖστοι , καὶ μάλιστα κατὰ τὴν ἀνυδρίον .
42.4 ἔνθα δὴ Μακεδόνες ἀπήντησαν αὐτῷ τινες ὕδωρ ἐν ἀσκοῖς ἐφ’ ἡμιόνων κομίζοντες ἀπὸ τοῦ ποταμοῦ · καὶ θεασάμενοι τὸν Ἀλέξανδρον ἤδη μεσημβρίας οὔσης κακῶς ὑπὸ δίψους ἔχοντα ταχὺ πλησάμενοι κράνος προσήνεγκαν . πυθομένου δὲ αὐτοῦ τίσι κομίζοιεν , ʹ υἱοῖς , ʹ ἔφασαν , ʹ ἰδίοις · ἀλλὰ σοῦ ζῶντος ἑτέρους ποιησόμεθα , κἂν ἐκείνους ἀπολέσωμεν . ʹ
42.5 ταῦτα