40.1 ἐπεὶ δὲ τοὺς περὶ αὑτὸν ἑώρα παντάπασιν ἐκτετρυφηκότας καὶ φορτικοὺς ταῖς διαίταις καὶ πολυτελείαις ὄντας , ὥστε Ἅγνωνα μέν τὸν Τήϊον ἀργυροῦς ἐν ταῖς κρηπῖσιν ἥλους φορεῖν , Λεοννάτῳ δὲ πολλαῖς καμήλοις ἀπ’ Αἰγύπτου κόνιν εἰς τὰ γυμνάσια παρακομίζεσθαι , Φιλώτᾳ δὲ πρὸς θήρας σταδίων ἑκατὸν αὐλαίας γεγονέναι , μύρῳ δὲ χρωμένους ἰέναι πρὸς ἄλειμμα καὶ λουτρὸν ὅσους οὐδὲ ἐλαίῳ , τρίπτας δὲ καὶ κατευναστὰς περιαγομένους , ἐπετίμησε πρᾴως καὶ φιλοσόφως ,
40.2 θαυμάζειν φάμενος εἰ τοσούτους ἠγωνισμένοι καὶ τηλικούτους ἀγῶνας οὐ μνημονεύουσιν ὅτι τῶν καταπονηθέντων οἱ καταπονήσαντες ἥδιον καθεύδουσιν , οὐδὲ ὁρῶσι τοῖς Περσῶν βίοις τοὺς ἑαυτῶν παραβάλλοντες , ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν , βασιλικώτατον δὲ τὸ πονεῖν . ʹ καίτοι πῶς ἄν τις , ʹ ἔφη , ʹ δι’ ἑαυτοῦ θεραπεύσειεν ἵππον λόγχην ἀσκήσειεν κράνος , ἀπειθικὼς τοῦ φιλτάτου σώματος ἅπτεσθαι τὰς χεῖρας ; ʹ
40.3 ʹ οὐκ ἴστε , ʹ εἶπεν , ʹ ὅτι τοῦ κρατεῖν πέρας ἡμῖν ἐστι τὸ μὴ ταὐτὰ ποιεῖν τοῖς κεκρατημένοις ; ʹ ἐπέτεινεν οὖν ἔτι μᾶλλον αὐτὸς ἑαυτόν ἐν ταῖς στρατείαις καὶ τοῖς κυνηγεσίοις , κακοπαθῶν καὶ παραβαλλόμενος , ὥστε καὶ Λάκωνα πρεσβευτήν παραγενόμενον αὐτῷ λέοντα καταβάλλοντι μέγαν εἰπεῖν · ʹ καλῶς γε , Ἀλέξανδρε , πρὸς τὸν λέοντα ἠγώνισαι περὶ τᾶς βασιλείας . ʹ
40.4 τοῦτο τὸ κυνήγιον Κρατερὸς εἰς Δελφοὺς ἀνέθηκεν , εἰκόνας χαλκᾶς ποιησάμενος τοῦ λέοντος καὶ τῶν κυνῶν καὶ τοῦ βασιλέως τῷ λέοντι συνεστῶτος καὶ αὑτοῦ προσβοηθοῦντος , ὧν τὰ μέν Λύσιππος ἔπλασε , τὰ δὲ Λεωχάρης .