39.4 ʹ οὐκοῦν , ʹ εἶπεν , ʹ βασιλεῦ , δός τί μοι πιστὸν πρῶτον . ʹ ἐκέλευσεν οὖν αὐτῷ πέντε τάλαντα δοθῆναι . περὶ δὲ τῶν τοῖς φίλοις καὶ τοῖς σωματοφύλαξι νεμομένων πλούτων , ἡλίκον εἶχον ὄγκον , ἐμφαίνει δι’ ἐπιστολῆς Ὀλυμπιάς , ἣν ἔγραψε πρὸς αὐτόν .
39.5 ʹ ἄλλως , ʹ φησὶν , ʹ εὖ ποίει τοὺς φίλους καὶ ἐνδόξους ἄγε νῦν δ’ ἰσοβασιλέας πάντας ποιεῖς καὶ πολυφιλίας παρασκευάζεις αὐτοῖς , ἑαυτὸν δὲ ἐρημοῖς . ʹ πολλάκις δὲ τοιαῦτα τῆς Ὀλυμπιάδος γραφούσης ἐφύλαττεν ἀπόρρητα τὰ γράμματα , πλὴν ἅπαξ Ἡφαιστίωνος , ὥσπερ εἰώθει , λυθεῖσαν ἐπιστολήν αὐτῷ συναναγινώσκοντος οὐκ ἐκώλυσεν , ἀλλὰ τὸν δακτύλιον ἀφελόμενος τὸν αὑτοῦ προσέθηκε τῷ ἐκείνου στόματι τὴν σφραγῖδα .
39.6 Μαζαίου δὲ τοῦ μεγίστου παρὰ Δαρείῳ γενομένου παιδὶ σατραπείαν ἔχοντι δευτέραν προσετίθει μείζονα , παραιτούμενος δὲ ἐκεῖνος εἶπεν · ʹ βασιλεῦ , τότε μὲν ἦν εἷς Δαρεῖος , νῦν δὲ σὺ πολλοὺς πεποίηκας Ἀλεξάνδρους . ʹ Παρμενίωνι μὲν οὖν τὸν Βαγώου ἔδωκεν οἶκον τὸν περὶ Σοῦσα , ἐν λέγεται χιλίων ταλάντων εὑρεθῆναι ἱματισμὸν . πρὸς δ’ Ἀντίπατρον ἔγραψε κελεύων ἔχειν φύλακας τοῦ σώματος ὡς ἐπιβουλευόμενον .
39.7 τῇ δὲ μητρὶ πολλὰ μὲν ἐδωρεῖτο καὶ κατέπεμπεν , οὐκ εἴα δὲ πολυπραγμονεῖν οὐδὲ παραστρατηγεῖν ἐγκαλούσης δὲ πρᾴως ἔφερε τὴν χαλεπότητα . πλὴν ἅπαξ ποτὲ Ἀντιπάτρου μακρὰν κατ’ αὐτῆς γράψαντος ἐπιστολήν ἀναγνοὺς ἀγνοεῖν εἶπεν Ἀντίπατρον ὅτι μυρίας ἐπιστολὰς ἓν δάκρυον ἀπαλείφει μητρός .