39.1 φύσει δὲ ὢν μεγαλοδωρότατος ἔτι μᾶλλον ἐπέδωκεν εἰς τοῦτο τῶν πραγμάτων αὐξομένων · καὶ προσῆν φιλοφροσύνη , μεθ’ ἧς μόνης ὡς ἀληθῶς οἱ διδόντες χαρίζονται , μνησθήσομαι δὲ ὀλίγων . ἀρίστων τῶν Παιόνων ἡγούμενος ἀποκτείνας πολέμιον ἄνδρα καὶ τὴν κεφαλὴν ἐπιδειξάμενος αὐτῷ , ʹ τοῦτο , ʹ εἶπεν , ʹ βασιλεῦ , παρ’ ἡμῖν ἐκπώματος χρυσοῦ τιμᾶται τὸ δῶρον . ʹ
39.2 δὲ Ἀλέξανδρος γελάσας , ʹ κενοῦ γε , ʹ εἶπεν , ʹ ἐγὼ δέ σοι μεστὸν ἀκράτου προπίομαι . ʹ τῶν δὲ πολλῶν τις Μακεδόνων ἤλαυνεν ἡμίονον βασιλικὸν χρυσίον κομίζοντα · κάμνοντος δὲ τοῦ κτήνους αὐτὸς ἀράμενος ἐκόμιζε τὸ φορτίον . ἰδὼν οὖν βασιλεὺς θλιβόμενον αὐτὸν σφόδρα καὶ πυθόμενος τὸ πρᾶγμα , μέλλοντος κατατίθεσθαι , ʹ μὴ κάμῃς , ʹ εἶπεν , ʹ ἀλλὰ πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν ἑαυτῷ τοῦτο κομίσας . ʹ
39.3 ὅλως δὲ ἤχθετο τοῖς μὴ λαμβάνουσι μᾶλλον τοῖς αἰτοῦσι . καὶ Φωκίωνι μὲν ἔγραψεν ἐπιστολήν ὡς οὐ χρησόμενος αὐτῷ φίλῳ τὸ λοιπόν , εἰ διωθοῖτο τὰς χάριτας . Σεραπίωνι δὲ τῶν ἀπὸ σφαίρας τινὶ νεανίσκων οὐδὲν ἐδίδου διὰ τὸ μηδὲν αἰτεῖν . ὡς οὖν εἰς τὸ σφαιρίζειν παραγενόμενος Σεραπίων ἄλλοις ἔβαλλε τὴν σφαῖραν , εἰπόντος δὲ τοῦ βασιλέως , ʹ ἐμοὶ δὲ οὐ δίδως ; ʹ ʹ οὐ γὰρ αἰτεῖς , ʹ εἶπε , τούτῳ μὲν δὴ γελάσας πολλὰ ἔδωκε .
39.4 Πρωτέᾳ δέ τινι τῶν περὶ σκώμματα καὶ πότον οὐκ ἀμούσων ἔδοξε δι’ ὀργῆς γεγονέναι τῶν δὲ φίλων δεομένων κἀκείνου δακρύοντος ἔφη διαλλάττεσθαι κἀκεῖνος ,