38.1 ἐκ τούτου μέλλων ἐξελαύνειν ἐπὶ Δαρεῖον ἔτυχε μὲν εἰς μέθην τινὰ καὶ παιδιὰν τοῖς ἑταίροις ἑαυτὸν δεδωκώς , ὥστε καὶ γύναια συμπίνειν ἐπὶ κῶμον ἥκοντα πρὸς τοὺς ἐραστάς . ἐν δὲ τούτοις εὐδοκιμοῦσα μάλιστα Θαῒς Πτολεμαίου τοῦ βασιλεύσαντος ὕστερον ἑταίρα , γένος Ἀττική , τὰ μὲν ἐμμελῶς ἐπαινοῦσα , τὰ δὲ παίζουσα πρὸς τὸν Ἀλέξανδρον , ἅμα τῇ μέθῃ λόγον εἰπεῖν προήχθη τῷ μὲν τῆς πατρίδος ἤθει πρέποντα , μείζονα δὲ κατ’ αὑτήν .
38.2 ἔφη γάρ ὧν πεπόνηκε πεπλανημένη τὴν Ἀσίαν ἀπολαμβάνειν χάριν ἐκείνης τῆς ἡμέρας ἐντρυφῶσα τοῖς ὑπερηφάνοις Περσῶν βασιλείοις ἔτι δ’ ἂν ἥδιον ὑποπρῆσαι κωμάσασα τὸν Ξέρξου τοῦ κατακαύσαντος τὰς Ἀθήνας οἶκον , αὐτὴ τὸ πῦρ ἅψασα τοῦ βασιλέως ὁρῶντος , ὡς ἂν λόγος ἔχῃ πρὸς ἀνθρώπους ὅτι τῶν ναυμάχων καὶ πεζομάχων ἐκείνων στρατηγῶν τὰ μετὰ Ἀλεξάνδρου γύναια μείζονα δίκην ἐπέθηκε Πέρσαις ὑπὲρ τῆς Ἑλλάδος .
38.3 ἅμα δὲ τῷ λόγῳ τούτῳ κρότου καὶ θορύβου γενομένου καὶ παρακελεύσεως τῶν ἑταίρων καὶ φιλοτιμίας , ἐπισπασθεὶς βασιλεὺς καὶ ἀναπηδήσας ἔχων στέφανον καὶ λαμπάδα προῆγεν .
38.4 οἱ δὲ ἑπόμενοι κώμῳ καὶ βοῇ περιίσταντο τὰ βασίλεια , καὶ τῶν ἄλλων Μακεδόνων οἱ πυνθανόμενοι συνέτρεχον μετὰ λαμπάδων χαίροντες , ἤλπιζον γὰρ ὅτι τοῖς οἴκοι προσέχοντός ἐστι τὸν νοῦν καὶ μὴ μέλλοντος ἐν βαρβάροις οἰκεῖν τὸ πιμπράναι τὰ βασίλεια καὶ διαφθείρειν , οἱ μὲν οὕτω ταῦτα γενέσθαι φασίν , οἱ δὲ ἀπὸ γνώμης · ὅτι δ’ οὖν μετενόησε ταχὺ καὶ κατασβέσαι προσέταξεν ὁμολογεῖται .