37.1 τῆς δὲ Περσίδος οὔσης διὰ τραχύτητα δυσεμβόλου καὶ φυλαττομένης ὑπὸ γενναιοτάτων Περσῶν ( Δαρεῖος μὲν γὰρ ἐπεφεύγει ) γίγνεταί τινος περιόδου κύκλον ἐχούσης οὐ πολὺν ἡγεμὼν αὐτῷ δίγλωσσος ἄνθρωπος , ἐκ πατρὸς Λυκίου , μητρὸς δὲ Περσίδος γεγονώς ὅν φασιν , ἔτι παιδὸς ὄντος Ἀλεξάνδρου , τὴν Πυθίαν προειπεῖν , ὡς λύκος ἔσται καθηγεμὼν Ἀλεξάνδρῳ τῆς ἐπὶ Πέρσας πορείας .
37.2 φόνον μὲν οὖν ἐνταῦθα πολὺν τῶν ἁλισκομένων γενέσθαι συνέπεσε γράφει γὰρ αὐτός ὡς νομίζων αὐτῷ τοῦτο λυσιτελεῖν ἐκέλευεν ἀποσφάττεσθαι τοὺς ἀνθρώπους · νομίσματος δὲ εὑρεῖν πλῆθος , ὅσον ἐν Σούσοις , τὴν δὲ ἄλλην κατασκευὴν καὶ τὸν πλοῦτον ἐκκομισθῆναί φασι μυρίοις ὀρικοῖς ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις .
37.3 Ξέρξου δὲ ἀνδριάντα μέγαν θεασάμενος ὑπὸ πλήθους τῶν ὠθουμένων εἰς τὰ βασίλεια πλημμελῶς ἀνατετραμμένον ἐπέστη , καὶ καθάπερ ἔμψυχον προσαγορεύσας , ʹ πότερόν σε , ʹ εἶπε , ʹ διὰ τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν κείμενον παρέλθωμεν διὰ τὴν ἄλλην μεγαλοφροσύνην καὶ ἀρετὴν ἐγείρωμεν ; ʹ τέλος δὲ πολὺν χρόνον πρὸς ἑαυτῷ γενόμενος καὶ σιωπήσας παρῆλθε , βουλόμενος δὲ τοὺς στρατιώτας ἀναλαβεῖν ( καὶ γὰρ ἦν χειμῶνος ὥρα ) τέσσαρας μῆνας αὐτόθι διήγαγε .
37.4 λέγεται δὲ καθίσαντος αὐτοῦ τὸ πρῶτον ὑπὸ τὸν χρυσοῦν οὐρανίσκον ἐν τῷ βασιλικῷ θρόνῳ τὸν Κορίνθιον Δημάρατον εὔνουν ὄντα ἄνδρα καὶ πατρῷον φίλον Ἀλεξάνδρου πρεσβυτικῶς ἐπιδακρῦσαι , καὶ εἰπεῖν ὡς μεγάλης ἡδονῆς στεροῖντο τῶν Ἑλλήνων οἱ τεθνηκότες πρὶν ἰδεῖν Ἀλέξανδρον ἐν τῷ Δαρείου θρόνῳ καθήμενον .