41.1 Ἀλέξανδρος μὲν οὖν ἑαυτὸν ἀσκῶν ἅμα καὶ τοὺς ἄλλους παροξύνων πρὸς ἀρετὴν ἐκινδύνευεν · οἱ δὲ φίλοι διὰ πλοῦτον καὶ ὄγκον ἤδη τρυφᾶν βουλόμενοι καὶ σχολάζειν ἐβαρύνοντο τὰς πλάνας καὶ τὰς στρατείας , καὶ κατὰ μικρὸν οὕτω προῆλθον εἰς τὸ βλασφημεῖν καὶ κακῶς λέγειν αὐτόν , δὲ καὶ πάνυ πρᾴως ἐν ἀρχῇ πρὸς ταῦτα διέκειτο , φάσκων βασιλικὸν εἶναι τὸ κακῶς ἀκούειν εὖ ποιοῦντα .
41.2 καίτοι τὰ μικρότατα τῶν γενομένων τοῖς συνήθεσι παρ’ αὐτοῦ σημεῖα μεγάλης ὑπῆρχεν εὐνοίας καὶ τιμῆς · ὧν ὀλίγα παραθήσομαι . Πευκέστᾳ μὲν ἔγραψε μεμφόμενος ὅτι δηχθεὶς ὑπ’ ἄρκτου τοῖς μὲν ἄλλοις ἔγραψεν , αὐτῷ δὲ οὐκ ἐδήλωσεν . ʹ ἀλλὰ νῦν γε , ʹ φησί , ʹ γράψον πῶς ἔχεις , καὶ μή τινές σε τῶν συγκυνηγετούντων ἐγκατέλιπον , ἵνα δίκην δῶσι . ʹ
41.3 τοῖς δὲ περὶ Ἡφαιστίωνα διὰ πράξεις τινὰς ἀποῦσιν ἔγραψεν ὅτι παιζόντων αὐτῶν πρὸς ἰχνεύμονα τῷ Περδίκκου δορατίῳ περιπεσὼν Κρατερὸς τοὺς μηροὺς ἐτρώθη . Πευκέστα δὲ σωθέντος ἔκ τινος ἀσθενείας ἔγραψε πρὸς Ἀλέξιππον τὸν ἰατρὸν εὐχαριστῶν . Κρατεροῦ δὲ νοσοῦντος ὄψιν ἰδὼν καθ’ ὕπνον αὐτός τέ τινας θυσίας ἔθυσεν ὑπὲρ αὐτοῦ κἀκεῖνον θῦσαι ἐκέλευσεν .
41.4 ἔγραψε δὲ καὶ Παυσανίᾳ τῷ ἰατρῷ βουλομένῳ τὸν Κρατερὸν ἐλλεβορίσαι , τὰ μὲν ἀγωνιῶν , τὰ δὲ παραινῶν ὅπως χρήσεται τῇ φαρμακείᾳ , τοὺς δὲ πρώτους τὴν Ἁρπάλου φυγὴν καὶ ἀπόδρασιν ἀπαγγείλαντας ἔδησεν , Ἐφιάλτην καὶ Κίσσον , ὡς καταψευδομένους τοῦ ἀνδρός .
41.5 ἐπεὶ δὲ τοὺς ἀσθενοῦντας αὐτοῦ καὶ γέροντας εἰς οἶκον ἀποστέλλοντος Εὐρύλοχος Αἰγαῖος ἐνέγραψεν ἑαυτὸν εἰς τοὺς νοσοῦντας , εἶτα φωραθεὶς ἔχων οὐδὲν κακόν