30.4 , καὶ μᾶλλον ἂν κατ’ ἀξίαν ἐδυστυχοῦμεν ὠμῷ καὶ σκυθρωπῷ περιπεσόντες ἐχθρῷ ; τί γὰρ εὐπρεπὲς ἀνδρὶ νέῳ πρὸς ἐχθροῦ γυναῖκα μέχρι τιμῆς τοσαύτης συμβόλαιον ; ʹ
30.5 ἔτι λέγοντος αὐτοῦ καταβαλὼν ἐπὶ τοὺς πόδας Τείρεως αὑτὸν ἱκέτευεν εὐφημεῖν καὶ μήτε Ἀλέξανδρον ἀδικεῖν μήτε τὴν τεθνεῶσαν ἀδελφὴν καὶ γυναῖκα καταισχῦναι , μήτε αὑτοῦ τὴν μεγίστην ὧν ἔπταικεν ἀφαιρεῖσθαι παραμυθίαν , τὸ δοκεῖν ὑπ’ ἀνδρὸς ἡττῆσθαι κρείττονος κατὰ τὴν ἀνθρωπίνην φύσιν , ἀλλὰ καὶ θαυμάζειν Ἀλέξανδρον ὡς πλείονα ταῖς Περσῶν γυναιξὶ σωφροσύνην Πέρσαις ἀνδρείαν ἐπιδεδειγμένον .
30.6 ἅμα δὲ ὅρκους τε φρικώδεις τοῦ θαλαμηπόλου κινοῦντος ὑπὲρ τούτων , καὶ περὶ τῆς ἄλλης ἐγκρατείας καὶ μεγαλοψυχίας τῆς Ἀλεξάνδρου λέγοντος , ἐξελθὼν πρὸς τοὺς ἑταίρους Δαρεῖος καὶ χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανόν ἐπεύξατο · ʹ θεοὶ γενέθλιοι καὶ βασίλειοι , μάλιστα μὲν ἐμοὶ διδοίητε τὴν Περσῶν τύχην εἰς ὀρθὸν αὖθις σταθεῖσαν ἐφ’ οἷς ἐδεξάμην ἀγαθοῖς ἀπολιπεῖν , ἵνα κρατήσας ἀμείψωμαι τὰς Ἀλεξάνδρου χάριτας ὧν εἰς τὰ φίλτατα πταίσας ἔτυχον · ʹ
30.7 ʹ εἰ δ’ ἄρα τις οὗτος εἱμαρτὸς ἥκει χρόνος , ὀφειλόμενος νεμέσει καὶ μεταβολῇ , παύσασθαι τὰ Περσῶν , μηδεὶς ἄλλος ἀνθρώπων καθίσειεν εἰς τὸν Κύρου θρόνον πλὴν Ἀλεξάνδρου ʹ ταῦτα μὲν οὕτω γενέσθαι τε καὶ λεχθῆναί φασιν οἳ πλεῖστοι τῶν συγγραφέων .