31.1 Ἀλέξανδρος δὲ τὴν ἐντὸς τοῦ Εὐφράτου πᾶσαν ὑφ’ ἑαυτῷ ποιησάμενος ἤλαυνεν ἐπὶ Δαρεῖον ἑκατὸν μυριάσι στρατοῦ καταβαίνοντα . καί τις αὐτῷ φράζει τῶν ἑταίρων , ὡς δὴ γέλωτος ἄξιον πρᾶγμα , τοὺς ἀκολούθους παίζοντας εἰς δύο μέρη διῃρηκέναι σφᾶς αὐτούς , ὧν ἑκατέρου στρατηγὸν εἶναι καὶ ἡγεμόνα , τὸν μὲν Ἀλέξανδρον , τὸν δὲ Δαρεῖον ὑπ’ αὐτῶν προσαγορευόμενον ·
31.2 ἀρξαμένους δὲ βώλοις ἀκροβολίζεσθαι πρὸς ἀλλήλους , εἶτα πυγμαῖς , τέλος ἐκκεκαῦσθαι τῇ φιλονεικίᾳ καὶ μέχρι λίθων καὶ ξύλων , πολλοὺς καὶ δυσκαταπαύστους γεγονότας . ταῦτα ἀκούσας ἐκέλευσεν αὐτοὺς μονομαχῆσαι τοὺς ἡγεμόνας καὶ τὸν μὲν Ἀλέξανδρον αὐτὸς ὥπλισε , τὸν δὲ Δαρεῖον Φιλώτας , ἐθεᾶτο δὲ στρατός , ἐν οἰωνῷ τινι τοῦ μέλλοντος τιθέμενος τὸ γιγνόμενον . ἰσχυρᾶς δὲ τῆς μάχης γενομένης ἐνίκησεν καλούμενος Ἀλέξανδρος , καὶ δωρεὰν ἔλαβε δώδεκα κώμας καὶ στολῇ Περσικῇ χρῆσθαι . ταῦτα μὲν οὖν Ἐρατοσθένης ἱστόρηκε .
31.3 τὴν δὲ μεγάλην μάχην πρὸς Δαρεῖον οὐκ ἐν Ἀρβήλοις , ὥσπερ οἱ πολλοὶ γράφουσιν , ἀλλὰ ἐν Γαυγαμήλοις γενέσθαι συνέπεσε , σημαίνειν δέ φασιν οἶκον καμήλου τὴν διάλεκτον , ἐπεὶ τῶν πάλαι τις βασιλέων ἐκφυγὼν πολεμίους ἐπὶ καμήλου δρομάδος ἐνταῦθα καθίδρυσεν αὐτήν , ἀποτάξας τινὰς κώμας καὶ προσόδους εἰς τὴν ἐπιμέλειαν .
31.4 μὲν οὖν σελήνη τοῦ Βοηδρομιῶνος ἐξέλιπε περὶ τὴν τῶν μυστηρίων τῶν Ἀθήνησιν ἀρχήν , ἑνδεκάτῃ δὲ ἀπὸ τῆς ἐκλείψεως νυκτὶ τῶν στρατοπέδων ἐν ὄψει γεγονότων , Δαρεῖος μὲν ἐν ὅπλοις συνεῖχε τὴν δύναμιν , ὑπὸ λαμπάδων ἐπιπορευόμενος τὰς τάξεις , Ἀλέξανδρος δὲ τῶν Μακεδόνων ἀναπαυομένων αὐτὸς πρὸ τῆς σκηνῆς μετὰ τοῦ μάντεως Ἀριστάνδρου διέτριβεν