30.1 ταχὺ μέντοι μετεμελήθη τῆς Δαρείου γυναικὸς ἀποθανούσης ἐν ὠδῖσι καὶ φανερὸς ἦν ἀνιώμενος ὡς ἐπίδειξιν οὐ μικρὰν ἀφῃρημένος χρηστότητος . ἔθαψεν οὖν τὴν ἄνθρωπον οὐδεμιᾶς πολυτελείας φειδόμενος , τῶν δὲ θαλαμηπόλων τις εὐνούχων , οἳ συνεαλώκεισαν ταῖς γυναιξίν , ἀποδρὰς ἐκ τοῦ στρατοπέδου καὶ πρὸς Δαρεῖον ἀφιππασάμενος , Τείρεως ὄνομα , φράζει τὸν θάνατον αὐτῷ τῆς γυναικός .
30.2 ὡς δὲ πληξάμενος τὴν κεφαλὴν καὶ ἀνακλαύσας ʹ φεῦ τοῦ Περσῶν ʹ ἔφη ʹ δαίμονος , εἰ τὴν βασιλέως γυναῖκα καὶ ἀδελφὴν οὐ μόνον αἰχμάλωτον γενέσθαι ζῶσαν , ἀλλὰ καὶ τελευτήσασαν ἄμοιρον κεῖσθαι ταφῆς βασιλικῆς ʹ ὑπολαβὼν θαλαμηπόλος , ʹ ἀλλὰ ταφῆς γε χάριν ʹ εἶπεν , ʹ βασιλεῦ , καὶ τιμῆς ἁπάσης καὶ τοῦ πρέποντος οὐδὲν ἔχεις αἰτιάσασθαι τὸν πονηρὸν δαίμονα Περσῶν . ʹ
30.3 ʹ οὔτε γάρ ζώσῃ τῇ δεσποίνῃ Στατείρᾳ καὶ μητρὶ σῇ καὶ τέκνοις ἐνέδει τῶν πρόσθεν ἀγαθῶν καὶ καλῶν τὸ σὸν ὁρᾶν φῶς , πάλιν ἀναλάμψει λαμπρὸν κύριος Ὠρομάσδης , οὔτε ἀποθανοῦσα κόσμου τινὸς ἄμοιρος γέγονεν , ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσιν . οὕτω γάρ ἐστι χρηστὸς κρατήσας Ἀλέξανδρος , ὡς δεινὸς μαχόμενος . ʹ
30.4 ταῦτα ἀκούσαντα Δαρεῖον ταραχὴ καὶ τὸ πάθος ἐξέφερε πρὸς ὑποψίας ἀτόπους · καὶ τὸν εὐνοῦχον ἐνδοτέρω τῆς σκηνῆς ἀπαγαγών , ʹ εἰ μὴ καὶ σὺ μετὰ τῆς Περσῶν , ʹ ἔφη , ʹ τύχης μακεδονίζεις , ἀλλ’ ἔτι σοι δεσπότης ἐγὼ Δαρεῖος , εἰπέ μοι σεβόμενος Μίθρου τε φῶς μέγα καὶ δεξιὰν βασίλειον , ἄρα μὴ τὰ μικρότατα τῶν Στατείρας κλαίω κακῶν , οἰκτρότερα δὲ ζώσης ἐπάσχομεν