28.1 καθόλου δὲ πρὸς μὲν τοὺς βαρβάρους σοβαρὸς ἦν καὶ σφόδρα πεπεισμένῳ περὶ τῆς ἐκ θεοῦ γενέσεως καὶ τεκνώσεως ὅμοιος , τοῖς δὲ Ἕλλησι μετρίως καὶ ὑποφειδομένως ἑαυτὸν ἐξεθείαζε πλὴν περὶ Σάμου γράφων Ἀθηναίοις , ʹ ἐγὼ μὲν οὐκ ἂν , ʹ φησὶν , ʹ ὑμῖν ἐλευθέραν πόλιν ἔδωκα καὶ ἔνδοξον ἔχετε δὲ αὐτὴν λαβόντες παρὰ τοῦ τότε κυρίου καὶ πατρὸς ἐμοῦ προσαγορευομένου , ʹ λέγων τὸν Φίλιππον .
28.2 ὕστερον δὲ πληγῇ περιπεσὼν ὑπὸ τοξεύματος καὶ περιαλγὴς γενόμενος , ʹ τοῦτο μὲν ʹ εἶπεν , ʹ φίλοι , τὸ ῥέον αἷμα , καὶ οὐκ ἰχώρ , οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν . ʹ ἐπεὶ δὲ μεγάλης ποτὲ βροντῆς γενομένης καὶ πάντων ἐκπλαγέντων Ἀνάξαρχος σοφιστὴς παρὼν ἔφη πρὸς αὐτὸν , ʹ μή τι σὺ τοιοῦτον τοῦ Διός ; ʹ γελάσας ἐκεῖνος , ʹ οὐ βούλομαι γὰρ , ʹ εἶπε , ʹ φοβερὸς εἶναι τοῖς φίλοις , ὥσπερ σύ με κελεύεις καταφαυλίζων μου τὸ δεῖπνον , ὅτι ταῖς τραπέζαις ἰχθύας ὁρᾷς · ἐπικειμένους , οὐ σατραπῶν κεφαλάς . ʹ
28.3 τῷ γὰρ ὄντι λέγεται τὸν Ἀνάξαρχον ἰχθυδίων Ἡφαιστίωνι πεμφθέντων ὑπὸ τοῦ βασιλέως τὸν προειρημένον ἐπιφθέγξασθαι λόγον , οἷον ἐξευτελίζοντα καὶ κατειρωνευόμενον τοὺς τὰ περίβλεπτα μεγάλοις πόνοις καὶ κινδύνοις διώκοντας , ὡς οὐδὲν μικρὸν ἐν ἡδοναῖς καὶ ἀπολαύσεσι πλέον ἔχοντας τῶν ἄλλων . δ’ οὖν Ἀλέξανδρος καὶ ἀπὸ τῶν εἰρημένων δῆλός ἐστιν αὐτὸς οὐδὲν πεπονθὼς οὐδὲ τετυφωμένος , ἀλλὰ τοὺς ἄλλους καταδουλούμενος τῇ δόξῃ τῆς θειότητος .