27.5 τινὰς αὐτῷ μαντείας ἀπορρήτους , ἃς αὐτὸς ἐπανελθὼν φράσει πρὸς μόνην ἐκείνην . ἔνιοι δέ φασι τόν μὲν προφήτην Ἑλληνιστὶ βουλόμενον προσειπεῖν μετά τινος φιλοφροσύνης ʹ παιδίον , ʹ ἐν τῷ τελευταίῳ τῶν φθόγγων ὑπὸ βαρβαρισμοῦ πρὸς τὸ σίγμα ἐξενεχθῆναι καὶ εἰπεῖν , ʹ παιδίος , ʹ ἀντὶ τοῦ νῦ τῷ σίγμα χρησάμενον , ἀσμένῳ δὲ τῷ Ἀλεξάνδρῳ τὸ σφάλμα τῆς φωνῆς γενέσθαι καὶ διαδοθῆναι λόγον ὡς παῖδα Διὸς αὐτὸν τοῦ θεοῦ προσειπόντος .
27.6 λέγεται δὲ καὶ Ψάμμωνος ἐν Αἰγύπτῳ τοῦ φιλοσόφου διακούσας ἀποδέξασθαι μάλιστα τῶν λεχθέντων , ὅτι πάντες οἱ ἄνθρωποι βασιλεύονται ὑπὸ θεοῦ · τὸ γὰρ ἄρχον ἐν ἑκάστῳ καὶ κρατοῦν θεῖόν ἐστιν ἔτι δὲ μᾶλλον αὐτὸς περὶ τούτων φιλοσοφώτερον δοξάζειν καὶ λέγειν , ὡς πάντων μὲν ὄντα κοινὸν ἀνθρώπων πατέρα τόν θεόν , ἰδίους δὲ ποιούμενον ἑαυτοῦ τοὺς ἀρίστους .