27.1 ἐν γοῦν τῇ τότε πορείᾳ τὰ συντυχόντα ταῖς ἀπορίαις παρὰ τοῦ θεοῦ βοηθήματα τῶν ὑστέρων χρησμῶν ἐπιστεύθη μᾶλλον τρόπον δέ τινα καὶ τοῖς χρησμοῖς πίστις ἐκ τούτων ὑπῆρξε , πρῶτον μὲν γὰρ ἐκ Διὸς ὕδωρ πολὺ καὶ διαρκεῖς ὑετοὶ γενόμενοι τόν τε τῆς δίψης φόβον ἔλυσαν , καὶ τὴν ξηρότητα κατασβέσαντες τῆς ἄμμου , νοτερᾶς γενομένης καὶ πρὸς αὑτὴν ξυμπεσούσης , εὔπνουν τόν ἀέρα καὶ καθαρώτερον παρέσχον .
27.2 ἔπειτα τῶν ὅρων , οἵπερ ἦσαν τοῖς ὁδηγοῖς , συγχυθέντων καὶ πλάνης οὔσης καὶ διασπασμοῦ τῶν βαδιζόντων διὰ τὴν ἄγνοιαν , κόρακες ἐκφανέντες ὑπελάμβανον τὴν ἡγεμονίαν τῆς πορείας , ἑπομένων μὲν ἔμπροσθεν πετόμενοι καὶ σπεύδοντες , ὑστεροῦντας δὲ καὶ βραδύνοντας ἀναμένοντες ·
27.3 δὲ ἦν θαυμασιώτατον , ὡς Καλλισθένης φησί , ταῖς φωναῖς ἀνακαλούμενοι τοὺς πλανωμένους νύκτωρ καὶ κλάζοντες εἰς ἴχνος καθίστασαν τῆς πορείας . ἐπεὶ δὲ διεξελθὼν τὴν ἔρημον ἧκεν εἰς τόν τόπον , μὲν προφήτης αὐτὸν Ἄμμωνος ἀπὸ τοῦ θεοῦ χαίρειν , ὡς ἀπὸ πατρὸς , προσεῖπεν δὲ ἐπήρετο μή τις αὐτὸν εἴη διαπεφευγὼς τῶν τοῦ πατρὸς φονέων .
27.4 εὐφημεῖν δὲ τοῦ προφήτου κελεύσαντος , οὐ γὰρ εἶναι πατέρα θνητὸν αὐτῷ , μεταβαλὼν ἐπυνθάνετο , τοὺς Φιλίππου φονεῖς εἰ πάντας εἴη τετιμωρημένος εἶτα περὶ τῆς ἀρχῆς , εἰ πάντων αὐτῷ δίδωσιν ἀνθρώπων κυρίῳ γενέσθαι , χρήσαντος δὲ τοῦ θεοῦ καὶ τοῦτο διδόναι καὶ Φίλιππον ἀπέχειν ἔκπλεω τὴν δίκην , ἐδωρεῖτο τόν θεὸν ἀναθήμασι λαμπροῖς καὶ χρήμασι τοὺς ἀνθρώπους .
27.5 ταῦτα περὶ τῶν χρησμῶν οἱ πλεῖστοι γράφουσιν αὐτὸς δὲ Ἀλέξανδρος ἐν ἐπιστολῇ πρὸς τὴν μητέρα φησὶ γεγονέναι