29.1 εἰς δὲ Φοινίκην ἐπανελθὼν ἐξ Αἰγύπτου θυσίας τοῖς θεοῖς καὶ πομπὰς ἐπετέλει καὶ χορῶν κυκλίων καὶ τραγικῶν ἀγῶνας , οὐ μόνον ταῖς παρασκευαῖς , ἀλλὰ καὶ ταῖς ἁμίλλαις λαμπροὺς γενομένους , ἐχορήγουν γὰρ οἱ βασιλεῖς τῶν Κυπρίων , ὥσπερ Ἀθήνησιν οἱ κληρούμενοι τὰς φυλάς , καὶ ἠγωνίζοντο θαυμαστῇ φιλοτιμίᾳ πρὸς ἀλλήλους , μάλιστα δὲ Νικοκρέων Σαλαμίνιος καὶ Πασικράτης Σόλιος διεφιλονείκησαν .
29.2 οὗτοι γὰρ ἔλαχον τοῖς ἐνδοξοτάτοις ὑποκριταῖς χορηγεῖν , Πασικράτης μὲν Ἀθηνοδορῳ , Νικοκρέων δὲ Θεσσαλῷ , περὶ ὃν ἐσπουδάκει καὶ αὐτὸς Ἀλέξανδρος , οὐ μὴν διέφηνε τὴν σπουδὴν πρότερον ταῖς ψήφοις ἀναγορευθῆναι νικῶντα τὸν Ἀθηνόδωρον . τότε δέ , ὡς ἔοικεν , ἀπιὼν ἔφη τοὺς μὲν κριτὰς ἐπαινεῖν , αὐτὸς μέντοι μέρος ἂν ἡδέως προέσθαι τῆς βασιλείας ἐπὶ τῷ μὴ Θεσσαλὸν ἰδεῖν νενικημένον .
29.3 ἐπεὶ δὲ Ἀθηνόδωρος ὑπὸ τῶν Ἀθηναίων ζημιωθείς , ὅτι πρὸς τὸν ἀγῶνα τῶν Διονυσίων οὐκ ἀπήντησεν , ἠξίου γράψαι περὶ αὐτοῦ τὸν βασιλέα , τοῦτο μὲν οὐκ ἐποίησε , τὴν δὲ ζημίαν ἀπέστειλε παρ’ ἑαυτοῦ . Λύκωνος δὲ τοῦ Σκαρφέως εὐημεροῦντος ἐν τῷ θεάτρῳ καὶ στίχον εἰς τὴν κωμῳδίαν ἐμβαλόντος αἴτησιν περιέχοντα δέκα ταλάντων , γελάσας ἔδωκε .
29.4 Δαρείου δὲ πέμψαντος ἐπιστολὴν πρὸς αὐτὸν καὶ φίλους δεομένους μύρια μὲν ὑπὲρ τῶν ἑαλωκότων λαβεῖν τάλαντα , τὴν δὲ ἐντὸς Εὐφράτου πᾶσαν ἔχοντα καὶ γήμαντα μίαν τῶν θυγατέρων φίλον εἶναι καὶ σύμμαχον , ἐκοινοῦτο τοῖς ἑταίροις καὶ Παρμενίωνος εἰπόντος ʹ ἐγὼ μὲν , εἰ Ἀλέξανδρος ἤμην , ἔλαβον ἂν ταῦτα , ʹ ʹ κἀγὼ , νὴ Δία , ʹ εἶπεν Ἀλέξανδρος , ʹ