21.4 πεπαιδευμένη δὲ παιδείαν Ἑλληνικήν καὶ τὸν τρόπον ἐπιεικὴς οὖσα καὶ πατρὸς Ἀρταβάζου γεγονότος ἐκ βασιλέως θυγατρός , ἐγνώσθη , Παρμενίωνος προτρεψαμένου τὸν Ἀλέξανδρον , ὥς φησιν Ἀριστόβουλος , καλῆς καὶ γενναίας ἅψασθαι γυναικός .
21.5 τὰς δὲ ἄλλας αἰχμαλώτους ὁρῶν Ἀλέξανδρος κάλλει καὶ μεγέθει διαφερούσας ἔλεγε παίζων ὡς εἰσὶν ἀλγηδόνες ὀμμάτων αἱ Περσίδες , ἀντεπιδεικνύμενος δὲ πρὸς τὴν ἰδέαν τὴν ἐκείνων τὸ τῆς ἰδίας ἐγκρατείας καὶ σωφροσύνης κάλλος , ὥσπερ ἀψύχους εἰκόνας ἀγαλμάτων παρέπεμψεν .