22.1 ἐπεὶ δὲ Φιλόξενος τῶν ἐπὶ θαλάττῃ στρατηγὸς ἔγραψεν εἶναι παρ’ αὐτῷ Θεόδωρόν τινα Ταραντῖνον ἔχοντα παῖδας ὠνίους δύο τὴν ὄψιν ὑπερφυεῖς , καὶ πυνθανόμενος εἰ πρίηται , χαλεπῶς ἐνεγκὼν ἐβόα πολλάκις πρὸς τοὺς φίλους , ἐρωτῶν τί πώποτε Φιλόξενος αἰσχρὸν αὐτῷ συνεγνωκώς τοιαῦτα ὀνείδη προξενῶν κάθηται , τὸν δὲ Φιλόξενον αὐτόν ἐν ἐπιστολῇ πολλὰ λοιδορήσας ἐκέλευσεν αὐτοῖς φορτίοις τὸν Θεόδωρον εἰς τὸν ὄλεθρον ἀποστέλλειν .
22.2 ἐπέπληξε δὲ καὶ Ἅγνωνι γράψαντι πρὸς αὐτόν ὅτι Κρωβύλον εὐδοκιμοῦντα ἐν Κορίνθῳ βούλεται πριάμενος ἀγαγεῖν πρὸς αὐτόν , πυνθανόμενος δὲ μισθοφόρων τινῶν γύναια διεφθαρκέναι Δάμωνα καὶ Τιμόθεον Μακεδόνας τῶν ὑπὸ Παρμενίωνι στρατευομένων , ἔγραψε Παρμενίωνι κελεύων , ἐὰν ἐλεγχθῶσιν , ὡς θηρία ἐπὶ καταφθορᾷ τῶν ἀνθρώπων γεγονότα τιμωρησάμενον ἀποκτεῖναι .
22.3 καὶ περὶ ἑαυτοῦ κατὰ λέξιν ἐν ταύτῃ τῇ ἐπιστολῇ γέγραφεν · ʹ ἐγὼ γὰρ οὐχ ὅτι ἑωρακὼς ἂν εὑρεθείην τὴν Δαρείου γυναῖκα βεβουλημένος ἰδεῖν , ἀλλ’ οὐδὲ τῶν λεγόντων περὶ τῆς εὐμορφίας αὐτῆς προσδεδεγμένος τὸν λόγον ʹ ἔλεγε δὲ μάλιστα συνιέναι θνητὸς ὢν ἐκ τοῦ καθεύδειν καὶ συνουσιάζειν , ὡς ἀπὸ μιᾶς ἐγγινόμενον ἀσθενείας τῇ φύσει καὶ τὸ πονοῦν καὶ τὸ ἡδόμενον .
22.4 ἢν δὲ καὶ γαστρὸς ἐγκρατέστατος , καὶ τοῦτο ἄλλοις τε πολλοῖς ἐδήλωσε καὶ τοῖς πρὸς Ἄδαν λεχθεῖσιν , ἣν ἐποιήσατο μητέρα καὶ Καρίας βασίλισσαν ἀπέδειξεν . ὡς γὰρ ἐκείνη φιλοφρονουμένη πολλὰ μὲν ὄψα καθ’ ἡμέραν ἀπέστελλεν αὐτῷ καὶ πέμματα , τέλος δὲ τοὺς δοκοῦντας εἶναι δεινοτάτους ὀψοποιοὺς καὶ ἀρτοποιούς , ἔφη τούτων μηδενὸς δεῖσθαι ·
22.5 βελτίονας γὰρ ὀψοποιοὺς ἔχειν ὑπὸ τοῦ παιδαγωγοῦ Λεωνίδου δεδομένους αὐτῷ , πρὸς μὲν τὸ ἄριστον