21.1 τρεπομένῳ δὲ πρὸς τὸ δεῖπνον αὐτῷ φράζει τις ἐν τοῖς αἰχμαλώτοις ἀγομένας μητέρα καὶ γυναῖκα Δαρείου καὶ θυγατέρας δύο παρθένους ἰδούσας τὸ ἅρμα καὶ τὰ τόξα κόπτεσθαι καὶ θρηνεῖν , ὡς ἀπολωλότος ἐκείνου . συχνὸν οὖν ἐπισχὼν χρόνον Ἀλέξανδρος , καὶ ταῖς ἐκείνων τύχαις μᾶλλον ταῖς ἑαυτοῦ ἐμπαθὴς γενόμενος , πέμπει Λεοννάτον , ἀπαγγεῖλαι κελεύσας ὡς οὔτε Δαρεῖος τέθνηκεν οὔτε Ἀλέξανδρον δεδιέναι χρή ·
21.2 Δαρείῳ γὰρ ὑπὲρ ἡγεμονίας πολεμεῖν , ἐκείναις δὲ πάντα ὑπάρξειν ὧν καὶ Δαρείου βασιλεύοντος ἠξιοῦντο . τοῦ δὲ λόγου ταῖς γυναιξὶν ἡμέρου καὶ χρηστοῦ φανέντος ἔτι μᾶλλον τὰ τῶν ἔργων ἀπήντα φιλάνθρωπα . θάψαι γὰρ ὅσους ἐβούλοντο Περσῶν ἔδωκεν , ἐσθῆτι καὶ κόσμῳ χρησαμέναις ἐκ τῶν λαφύρων , θεραπείας τε καὶ τιμῆς ἦν εἶχον οὐδ’ ὁτιοῦν ἀφεῖλε , συντάξεις δὲ καὶ μείζονας ἐκαρποῦντο τῶν προτέρων .
21.3 δὲ καλλίστη καὶ βασιλικωτάτη χάρις ἦν παρ’ αὐτοῦ γυναιξὶ γενναίαις γενομέναις αἰχμαλώτοις καὶ σώφροσι μήτε ἀκοῦσαι τι μήτε ὑπονοῆσαι μήτε προσδοκῆσαι τῶν αἰσχρῶν , ἀλλ’ ὥσπερ οὐκ ἐν στρατοπέδῳ πολεμίων , ἀλλ’ ἐν ἱεροῖς καὶ ἁγίοις υλαττομένας φυλαττομένας παρθενῶσιν ἀπόρρητον ἔχειν καὶ ἀόρατον ἑτέροις δίαιταν . καίτοι λέγεταί γε τὴν Δαρείου γυναῖκα πολὺ πασῶν τῶν βασιλίδων εὐπρεπεστάτην γενέσθαι , καθάπερ καὶ αὐτὸς Δαρεῖος ἀνδρῶν κάλλιστος καὶ μέγιστος , τὰς δὲ παῖδας ἐοικέναι τοῖς γονεῦσιν .
21.4 ἀλλ’ Ἀλέξανδρος , ὡς ἔοικε , τοῦ νικᾶν τοὺς πολεμίους τὸ κρατεῖν ἑαυτοῦ βασιλικώτερον ἡγούμενος , οὔτε τούτων ἔθιγεν οὔτε ἄλλην ἔγνω γυναῖκα πρὸ γάμου , πλὴν Βαρσίνης . αὕτη δὲ , μετὰ τὴν Μέμνονος τελευτὴν χήρα γενομένη , περὶ Δαμασκὸν ἐλήφθη .