16.4 οὐκ ἐτρώθη , Ῥοισάκου δὲ καὶ Σπιθριδάτου τῶν στρατηγῶν προσφερομένων ἅμα , τόν μὲν ἐκκλίνας , Ῥοισάκῃ δὲ προεμβαλὼν τεθωρακισμένῳ καὶ τὸ δόρυ κατακλάσας ἐπὶ τὸ ἐγχειρίδιον ὥρμησε .
16.5 συμπεπτωκότων δὲ αὐτῶν Σπιθριδάτης ὑποστήσας ἐκ πλαγίων τόν ἵππον καὶ μετὰ σπουδῆς συνεξαναστάς κοπίδι βαρβαρικῇ κατήνεγκε · καὶ τόν μὲν λόφον ἀπέρραξε μετὰ θατέρου πτεροῦ , τὸ δὲ κράνος πρὸς τὴν πληγὴν ἀκριβῶς καὶ μόλις ἀντέσχεν , ὥστε τῶν πρώτων ψαῦσαι τριχῶν τὴν πτέρυγα τῆς κοπίδος , ἑτέραν δὲ τόν Σπιθριδάτην πάλιν ἐπαιρόμενον ἔφθασε Κλεῖτος μέλας τῷ ξυστῷ διελάσας μέσον , ὁμοῦ δὲ καὶ Ῥοισάκης ἔπεσεν ὑπὸ Ἀλεξάνδρου ξίφει πληγείς .
16.6 ἐν τούτῳ δὲ κινδύνου καὶ ἀγῶνος οὔσης τῆς ἱππομαχίας τε φάλαγξ διέβαινε τῶν Μακεδόνων καὶ συνῆγον αἱ πεζαὶ δυνάμεις , οὐ μὴν ὑπέστησαν εὐρώστως οὐδὲ πολὺν χρόνον , ἀλλ’ ἔφυγον τραπόμενοι , πλὴν τῶν μισθοφόρων Ἑλλήνων , οὗτοι δὲ πρός τινι λόφῳ συστάντες ᾔτουν τὰ πιστὰ τόν Ἀλέξανδρον .
16.7 δὲ θυμῷ μᾶλλον λογισμῷ πρῶτος ἐμβαλὼν τόν τε ἵππον ἀποβάλλει ξίφει πληγέντα διὰ τῶν πλευρῶν ἦν δὲ ἕτερος , οὐχ Βουκεφάλας , καὶ τοὺς πλείστους τῶν ἀποθανόντων καὶ τραυματισθέντων ἐκεῖ συνέβη κινδυνεῦσαι καὶ πεσεῖν , πρός ἀνθρώπους ἀπεγνωκότας καὶ μαχίμους συμπλεκομένους . λέγονται δὲ πεζοὶ μὲν δισμύριοι τῶν βαρβάρων , ἱππεῖς δὲ δισχίλιοι πεντακόσιοι πεσεῖν . τῶν δὲ περὶ τόν Ἀλέξανδρον Ἀριστόβουλός φησι τέσσαρας καὶ τριάκοντα νεκροὺς γενέσθαι τοὺς πάντας , ὧν ἐννέα πεζοὺς εἶναι .
16.8 τούτων μὲν οὖν ἐκέλευσεν εἰκόνας ἀνασταθῆναι χαλκᾶς , ἃς Λύσιππος εἰργάσατο . κοινούμενος δὲ τὴν νίκην τοῖς Ἕλλησιν