16.8 ἰδίᾳ μὲν τοῖς Ἀθηναίοις ἔπεμψε τῶν αἰχμαλώτων τριακοσίας ἀσπίδας , κοινῇ δὲ τοῖς ἄλλοις λαφύροις ἐκέλευσεν ἐπιγράψαι φιλοτιμοτάτην ἐπιγραφήν ʹ Ἀλέξανδρος Φιλίππου καὶ οἱ Ἕλληνες πλὴν Λακεδαιμονίων ἀπὸ τῶν βαρβάρων τῶν τὴν Ἀσίαν κατοικούντων ʹ ἐκπώματα δὲ καὶ πορφύρας , καὶ ὅσα τοιαῦτα τῶν Περσικῶν ἔλαβε , πάντα τῇ μητρὶ πλὴν ὀλίγων ἔπεμψεν .