16.1 ἐν δὲ τούτῳ τῶν Δαρείου στρατηγῶν μεγάλην δύναμιν ἡθροικότων καὶ παρατεταγμένων ἐπὶ τῇ διαβάσει τοῦ Γρανικοῦ , μάχεσθαι μὲν ἴσως ἀναγκαῖον ἦν , ὥσπερ ἐν πύλαις τῆς Ἀσίας , περὶ τῆς εἰσόδου καὶ ἀρχῆς · τοῦ δὲ ποταμοῦ τὸ βάθος καὶ τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν πέραν ὄχθων , πρός οὓς ἔδει γίνεσθαι τὴν ἀπόβασιν μετὰ μάχης , τῶν πλείστων δεδιότων , ἐνίων δὲ καὶ τὸ περὶ τόν μῆνα νενομισμένον οἰομένων δεῖν φυλάξασθαι
16.2 ( Δαισίου γὰρ οὐκ εἱώθεισαν οἱ βασιλεῖ τῶν Μακεδόνων ἐξάγειν τὴν στρατιάν ) , τοῦτο μὲν ἐπηνωρθώσατο κελεύσας δεύτερον Ἀρτεμίσιον ἄγειν , τοῦ δὲ Παρμενίωνος , ὡς ὀψὲ τῆς ὥρας οὔσης , οὐκ ἐῶντος ἀποκινδυνεύειν , εἰπὼν αἰσχύνεσθαι τόν Ἑλλήσποντον εἰ φοβήσεται τόν Γρανικὸν διαβεβηκὼς ἐκεῖνον , ἐμβάλλει τῷ ῥεύματι σὺν ἴλαις ἱππέων τρισκαίδεκα .
16.3 καὶ πρός ἐναντία βέλη καὶ τόπους ἀπορρῶγας ὅπλοις καταπεφραγμένους καὶ ἵπποις ἐλαύνων , καὶ διὰ ῥεύματος παραφέροντος καὶ περικλύζοντος , ἔδοξε μανικῶς καὶ πρός ἀπόνοιαν μᾶλλον γνώμῃ στρατηγεῖν . οὐ μὴν ἀλλ’ ἐμφὺς τῇ διαβάσει καὶ κρατήσας τῶν τόπων χαλεπῶς καὶ μόλις , ὑγρῶν καὶ περισφαλῶν γενομένων διὰ τόν πηλόν , εὐθὺς ἠναγκάζετο φύρδην μάχεσθαι καὶ κατ’ ἄνδρα συμπλέκεσθαι τοῖς ἐπιφερομένοις , πρὶν εἰς τάξιν τινὰ καταστῆναι τοὺς διαβαίνοντας .
16.4 ἐνέκειντο γὰρ κραυγῇ , καὶ τοὺς ἵππους παραβάλλοντες τοῖς ἵπποις ἐχρῶντο δόρασι , καὶ ξίφεσι τῶν δοράτων συντριβέντων . ὠσαμένων δὲ πολλῶν ἐπ’ αὐτὸν ἦν δὲ τῇ πέλτῃ καὶ τοῦ κράνους τῇ χαίτῃ διαπρεπής , ἧς ἑκατέρωθεν εἱστήκει πτερὸν λευκότητι καὶ μεγέθει θαυμαστόν , ἀκοντισθεὶς μὲν ὑπὸ τὴν ὑποπτυχίδα τοῦ θώρακος