13.1 Ἀθηναίοις δὲ διηλλάγη , καίπερ οὐ μετρίως ἐνεγκοῦσι τὸ περὶ Θήβας δυστύχημα · καὶ γὰρ τὴν τῶν μυστηρίων ἑορτὴν ἐν χερσὶν ἔχοντες ὑπὸ πένθους ἀφῆκαν , καὶ τοῖς καταφυγοῦσιν ἐπὶ τὴν πόλιν ἁπάντων μετεδίδοσαν τῶν φιλανθρώπων .
13.2 ἀλλ’ εἴτε μεστὸς ὢν ἤδη τὸν θυμὸν , ὥσπερ οἱ λέοντες , εἴτε ἐπιεικὲς ἔργον ὠμοτάτῳ καὶ σκυθρωποτάτῳ παραβαλεῖν βουλόμενος , οὐ μόνον ἀφῆκεν αἰτίας πάσης , ἀλλὰ καὶ προσέχειν ἐκέλευσε τοῖς πράγμασι τὸν νοῦν τὴν πόλιν , ὡς , εἴ τι συμβαίη περὶ αὐτὸν , ἄρξουσαν τῆς Ἑλλάδος . ὕστερον μέντοι πολλάκις αὐτὸν Θηβαίων ἀνιᾶσαι συμφορὰ λέγεται καὶ πρᾳότερον οὐκ ὀλίγοις παρασχεῖν .
13.3 ὅλως δὲ καὶ τὸ περὶ Κλεῖτον ἔργον ἐν οἴνῳ γενόμενον καὶ τὴν πρὸς Ἰνδοὺς τῶν Μακεδόνων ἀποδειλίασιν , ὥσπερ ἀτελῆ τὴν στρατείαν καὶ τὴν δόξαν αὐτοῦ προεμένων , εἰς μῆνιν ἀνῆγε Διονύσου καὶ νέμεσιν . ἦν δὲ Θηβαίων οὐδεὶς τῶν περιγενομένων ὃς ἐντυχών τι καὶ δεηθεὶς ὕστερον οὐ διεπράξατο παρ’ αὐτοῦ , ταῦτα μὲν τὰ περὶ Θήβας .