12.1 ἐν δὲ τοῖς πολλοῖς πάθεσι καὶ χαλεποῖς ἐκείνοις τὴν πόλιν κατεῖχε , Θρᾷκές τινες ἐκκόψαντες οἰκίαν Τιμοκλείας , γυναικὸς ἐνδόξου καὶ σώφρονος , αὐτοὶ μὲν τὰ χρήματα διήρπαζον , δὲ ἡγεμὼν τῇ γυναικὶ πρὸς βίαν συγγενόμενος καὶ καταισχύνας , ἀνέκρινεν εἴ που χρυσίον ἔχοι κεκρυμμένον ἀργύριον .
12.2 δὲ ἔχειν ὡμολόγησε , καὶ μόνον εἰς τὸν κῆπον ἀγαγοῦσα καὶ δείξασα φρέαρ , ἐνταῦθα ἔφη τῆς πόλεως ἁλισκομένης καταβαλεῖν αὐτὴ τὰ τιμιώτατα τῶν χρημάτων . ἐγκύπτοντος δὲ τοῦ Θρᾳκὸς καὶ κατασκεπτομένου τὸν τόπον , ἔωσεν αὐτὸν ἐξόπισθεν γενομένη , καὶ τῶν λίθων ἐπεμβαλοῦσα πολλοὺς ἀπέκτεινεν .
12.3 ὡς δὲ ἀνήχθη πρὸς Ἀλέξανδρον ὑπὸ τῶν Θρᾳκῶν δεδεμένη , πρῶτον μὲν ἀπὸ τῆς ὄψεως καὶ τῆς βαδίσεως ἐφάνη τις ἀξιωματικὴ καὶ μεγαλόφρων , ἀνεκπλήκτως καὶ ἀδεῶς ἑπομένη τοῖς ἄγουσιν ἔπειτα τοῦ βασιλέως ἐρωτήσαντος ἥτις εἴη γυναικῶν , ἀπεκρίνατο Θεαγένους ἀδελφὴ γεγονέναι , τοῦ παραταξαμένου πρὸς Φίλιππον ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας καὶ πεσόντος ἐν Χαιρωνείᾳ στρατηγοῦντος . θαυμάσας οὖν Ἀλέξανδρος αὐτῆς καὶ τὴν ἀπόκρισιν καὶ τὴν πρᾶξιν , ἐκέλευσεν ἐλευθέραν ἀπιέναι μετὰ τῶν τέκνων .