11.4 ἔτρεψε τοὺς Μακεδόνας πρὸς πόλεμον .
11.5 ἠγωνίσθη μὲν οὖν ὑπὲρ δύναμιν ἀρετῇ καὶ προθυμίᾳ παρὰ τῶν Θηβαίων πολλαπλασίοις οὖσι τοῖς πολεμίοις ἀντιταχθέντων ἐπεὶ δὲ καὶ τὴν Καδμείαν ἀφέντες οἱ φρουροὶ τῶν Μακεδόνων ἐπέπιπτον αὐτοῖς ἐξόπισθεν , κυκλωθέντες οἱ πλεῖστοι κατὰ τὴν μάχην αὐτὴν ἔπεσον , δὲ πόλις ἥλω καὶ διαρπασθεῖσα κατεσκάφη , τὸ μὲν ὅλον προσδοκήσαντος αὐτοῦ τοὺς Ἕλληνας ἐκπλαγέντας πάθει τηλικούτῳ καὶ πτήξαντας ἀτρεμήσειν , ἄλλως δὲ καὶ καλλωπισαμένου χαρίζεσθαι τοῖς τῶν συμμάχων ἐγκλήμασι · καὶ γὰρ Φωκεῖς καὶ Πλαταιεῖς τῶν Θηβαίων κατηγόρησαν .
11.6 ὑπεξελόμενος δὲ τοὺς ἱερεῖς καὶ τοὺς ξένους τῶν Μακεδόνων ἅπαντας καὶ τοὺς ἀπὸ Πινδάρου γεγονότας καὶ τοὺς ὑπεναντιωθέντας τοῖς ψηφισαμένοις τὴν ἀπόστασιν , ἀπέδοτο τοὺς ἄλλους περὶ τρισμυρίους γενομένους · οἱ δὲ ἀποθανόντες ὑπὲρ ἑξακισχιλίους ἦσαν .