11.1 παρέλαβε μὲν οὖν ἔτη γεγονὼς εἴκοσι τὴν βασιλείαν , φθόνους μεγάλους καὶ δεινὰ μίση καὶ κινδύνους πανταχόθεν ἔχουσαν . οὔτε γὰρ τὰ βάρβαρα καὶ πρόσοικα γένη τὴν δούλωσιν ἔφερε , ποθοῦντα τὰς πατρίους βασιλείας , οὔτε τὴν Ἑλλάδα κρατήσας τοῖς ὅπλοις Φίλιππος οἷον καταζεῦξαι καὶ τιθασεῦσαι χρόνον ἔσχεν , ἀλλὰ μόνον μεταβαλὼν καὶ ταράξας τὰ πράγματα πολὺν σάλον ἔχοντα καὶ κίνησιν ὑπὸ ἀηθείας ἀπέλιπε .
11.2 φοβουμένων δὲ τῶν Μακεδόνων τὸν καιρόν , καὶ τὰ μὲν Ἑλληνικὰ πάντως ἀφεῖναι καὶ μὴ προσβιάζεσθαι τὸν Ἀλέξανδρον οἰομένων δεῖν , τοὺς δὲ ἀφισταμένους τῶν βαρβάρων ἀνακαλεῖσθαι πρᾴως καὶ θεραπεύειν τὰς ἀρχὰς τῶν νεωτερισμῶν , αὐτὸς ἀπ’ ἐναντίων λογισμῶν ὥρμησε τόλμῃ καὶ μεγαλοφροσύνῃ κτᾶσθαι τὴν ἀσφάλειαν καὶ σωτηρίαν τοῖς πράγμασιν , ὡς , κἂν ὁτιοῦν ὑφιέμενος ὀφθῇ τοῦ φρονήματος , ἐπιβησομένων ἁπάντων .
11.3 τὰ μὲν οὖν βαρβαρικὰ κινήματα καὶ τοὺς ἐκεῖ πολέμους κατέπαυσεν ὀξέως ἐπιδραμὼν στρατῷ μέχρι πρὸς τὸν Ἴστρον , καὶ Σύρμον ἐνίκησε μάχῃ μεγάλῃ , τὸν βασιλέα τῶν Τριβαλλῶν Θηβαίους δὲ ἀφεστάναι πυθόμενος καὶ συμφρονεῖν αὐτοῖς Ἀθηναίους , εὐθὺς ἦγε διὰ Πυλῶν τὴν δύναμιν , εἰπὼν ὅτι Δημοσθένει παῖδα μὲν αὐτὸν , ἕως ἦν ἐν Ἰλλυριοῖς καὶ Τριβαλλοῖς , ἀποκαλοῦντι , μειράκιον δὲ περὶ Θετταλίαν γενόμενον , βούλεται πρὸς τοῖς Ἀθηναίων τείχεσιν ἀνὴρ φανῆναι .
11.4 προσμίξας δὲ ταῖς Θήβαις καὶ διδοὺς ἔτι τῶν πεπραγμένων μετάνοιαν ἐξῄτει Φοίνικα καὶ Προθύτην , καὶ τοῖς μεταβαλλομένοις πρὸς αὐτὸν ἄδειαν ἐκήρυττε . τῶν δὲ Θηβαίων ἀντεξαιτούντων μὲν παρ’ αὐτοῦ Φιλώταν καὶ Ἀντίπατρον , κηρυττόντων δὲ τοὺς τὴν Ἑλλάδα βουλομένους συνελευθεροῦν τάττεσθαι μετ’ αὐτῶν , οὕτως