14.1 εἰς δὲ τὸν Ἰσθμὸν τῶν Ἑλλήνων συλλεγέντων καὶ ψηφισαμένων ἐπὶ Πέρσας μετ’ Ἀλεξάνδρου στρατεύειν ἡγεμὼν ἀνηγορεύθη . πολλῶν δὲ καὶ πολιτικῶν ἀνδρῶν καὶ φιλοσόφων ἀπηντηκότων αὐτῷ καὶ συνηδομένων , ἤλπιζε καὶ Διογένην τὸν Σινωπέα ταὐτὸ ποιήσειν , διατρίβοντα περὶ Κόρινθον .
14.2 ὡς δὲ ἐκεῖνος ἐλάχιστον Ἀλεξάνδρου λόγον ἔχων ἐν τῷ Κρανείῳ σχολὴν ἦγεν , αὐτὸς ἐπορεύετο πρὸς αὐτόν ἔτυχε δὲ κατακείμενος ἐν ἡλίῳ . καὶ μικρὸν μὲν ἀνεκάθισεν , ἀνθρώπων τοσούτων ἐπερχομένων , καὶ διέβλεψεν εἰς τὸν Ἀλέξανδρον . ὡς δὲ ἐκεῖνος ἀσπασάμενος καὶ προσειπὼν αὐτόν ἠρώτησεν εἴ τινος τυγχάνει δεόμενος , ʹ μικρὸν ʹ εἶπεν , ʹ ἀπὸ τοῦ ἡλίου μετάστηθι . ʹ
14.3 πρὸς τοῦτο λέγεται τὸν Ἀλέξανδρον οὕτω διατεθῆναι καὶ θαυμάσαι καταφρονηθέντα τὴν ὑπεροψίαν καὶ τὸ μέγεθος τοῦ ἀνδρός , ὥστε τῶν περὶ αὐτὸν , ὡς ἀπῄεσαν , διαγελώντων καὶ σκωπτόντων , ʹ ἀλλὰ μὴν ἐγὼ , ʹ εἶπεν , ʹ εἰ μὴ Ἀλέξανδρος ἤμην , Διογένης ἂν ἤμην . ʹ
14.4 βουλόμενος δὲ τῷ θεῷ χρήσασθαι περὶ τῆς στρατείας ἦλθεν εἰς Δελφούς · καὶ κατὰ τύχην ἡμερῶν ἀποφράδων οὐσῶν , ἐν αἷς οὐ νενόμισται θεμιστεύειν , πρῶτον μὲν ἔπεμπε παρακαλῶν τὴν πρόμαντιν . ὡς δὲ ἀρνουμένης καὶ προϊσχομένης τὸν νόμον αὐτὸς ἀναβὰς βίᾳ πρὸς τὸν ναὸν εἷλκεν αὐτήν , δὲ ὥσπερ ἐξηττημένη τῆς σπουδῆς εἶπεν ʹ ἀνίκητος εἶ , παῖ , ʹ τοῦτο ἀκούσας Ἀλέξανδρος οὐκέτι ἔφη χρῄζειν ἑτέρου μαντεύματος , ἀλλ’ ἔχειν ὃν ἐβούλετο παρ’ αὐτῆς χρησμόν .
14.5 ἐπεὶ δὲ ὥρμησε πρὸς τὴν στρατείαν , ἄλλα τε δοκεῖ σημεῖα παρὰ τοῦ δαιμονίου γενέσθαι , καὶ