9.5 δὲ ἑκατέρου διὰ τὸν θυμὸν καὶ τὸν οἶνον ἔπεσε σφαλείς , δὲ Ἀλέξανδρος ἐφυβρίζων , ʹ οὗτος μέντοι , ʹ εἶπεν , ʹ ἄνδρες , εἰς Ἀσίαν ἐξ Εὐρώπης παρεσκευάζετο διαβαίνειν , ὃς ἐπὶ κλίνην ἀπὸ κλίνης διαβαίνων ἀνατέτραπται . ʹ μετὰ ταύτην τὴν παροινίαν ἀναλαβὼν τὴν Ὀλυμπιάδα καὶ καταστήσας εἰς Ἤπειρον αὐτὸς ἐν Ἰλλυριοῖς διέτριβεν .
9.6 ἐν τούτῳ δὲ Δημάρατος Κορίνθιος , ξένος ὢν τῆς οἰκίας καὶ παρρησίας μετέχων , ἀφίκετο πρὸς Φίλιππον . μετὰ δὲ τὰς πρώτας δεξιώσεις καὶ φιλοφροσύνας ἐπερωτῶντος τοῦ Φιλίππου πῶς ἔχουσιν ὁμονοίας πρὸς ἀλλήλους οἱ Ἕλληνες , ʹ πάνυ γοῦν , ʹ ἔφη , ʹ σοι προσήκει , Φίλιππε , κήδεσθαι τῆς Ἑλλάδος , ὃς τὸν οἶκον τὸν σεαυτοῦ στάσεως τοσαύτης καὶ κακῶν ἐμπέπληκας . ʹ οὕτω δὴ συμφρονήσας Φίλιππος ἔπεμψε καὶ κατήγαγε πείσας διὰ τοῦ Δημαράτου τὸν Ἀλέξανδρον .