9.1 Φιλίππου δὲ στρατεύοντος ἐπὶ Βυζαντίους , ἦν μὲν ἑκκαιδεκέτης Ἀλέξανδρος , ἀπολειφθεὶς δὲ κύριος ἐν Μακεδονίᾳ τῶν πραγμάτων καὶ τῆς σφραγῖδος , Μαίδων τε τοὺς ἀφεστῶτας κατεστρέψατο , καὶ πόλιν ἑλὼν αὐτῶν τοὺς μὲν βαρβάρους ἐξήλασε , συμμίκτους δὲ κατοικίσας Ἀλεξανδρόπολιν προσηγόρευσεν .
9.2 ἐν δὲ Χαιρωνείᾳ τῆς πρὸς τοὺς Ἕλληνας μάχης παρὼν μετέσχε , καὶ λέγεται πρῶτος ἐνσεῖσαι τῷ ἱερῷ λόχῳ τῶν Θηβαίων , ἔτι δὲ καὶ καθ’ ἡμᾶς ἐδείκνυτο παλαιὰ παρὰ τὸν Κηφισὸν Ἀλεξάνδρου καλουμένη δρῦς , πρὸς ἣν τότε κατεσκήνωσε , καὶ τὸ πολυάνδριον οὐ πόρρω τῶν Μακεδόνων ἐστίν .
9.3 ἐκ μὲν οὖν τούτων , ὡς εἰκὸς , Φίλιππος ὑπερηγάπα τὸν υἱόν , ὥστε καὶ χαίρειν τῶν Μακεδόνων Ἀλέξανδρον μὲν βασιλέα , Φίλιππον δὲ στρατηγὸν καλούντων , αἱ δὲ περὶ τὴν οἰκίαν ταραχαί , διὰ τοὺς γάμους καὶ τοὺς ἔρωτας αὐτοῦ τρόπον τινὰ τῆς βασιλείας τῇ γυναικωνίτιδι συννοσούσης , πολλὰς αἰτίας καὶ μεγάλας διαφορὰς παρεῖχον , ἃς τῆς Ὀλυμπιάδος χαλεπότης , δυσζήλου καὶ βαρυθύμου γυναικός , ἔτι μείζονας ἐποίει , παροξυνούσης τὸν Ἀλέξανδρον .
9.4 ἐκφανεστάτην δὲ Ἄτταλος παρέσχεν ἐν τοῖς Κλεοπάτρας γάμοις , ἣν Φίλιππος ἠγάγετο παρθένον , ἐρασθεὶς παρ’ ἡλικίαν τῆς κόρης , θεῖος γὰρ ὢν αὐτῆς Ἄτταλος ἐν τῷ πότῳ μεθύων παρεκάλει τοὺς Μακεδόνας αἰτεῖσθαι παρὰ θεῶν γνήσιον ἐκ Φιλίππου καὶ Κλεοπάτρας γενέσθαι διάδοχον τῆς βασιλείας , ἐπὶ τούτῳ παροξυνθεὶς Ἀλέξανδρος καὶ εἰπών , ʹ ἡμεῖς δὲ σοι , κακὴ κεφαλὴ , νόθοι δοκοῦμεν ; ʹ ἔβαλε σκύφον ἐπ’ αὐτόν .
9.5 δὲ Φίλιππος ἐπ’ ἐκεῖνον ἐξανέστη σπασάμενος τὸ ξίφος , εὐτυχίᾳ