10.1 ἐπεὶ δὲ Πιξόδαρος , Καρίας σατράπης , ὑποδυόμενος δι’ οἰκειότητος εἰς τὴν Φιλίππου συμμαχίαν , ἐβούλετο τὴν πρεσβυτάτην τῶν θυγατέρων Ἀρριδαίῳ τῷ Φιλίππου γυναῖκα δοῦναι καὶ περὶ τούτων Ἀριστόκριτον εἰς Μακεδονίαν ἀπέστειλεν , αὖθις ἐγίνοντο λόγοι καὶ διαβολαὶ παρὰ τῶν φίλων καὶ τῆς μητρὸς πρὸς Ἀλέξανδρον , ὡς Ἀρριδαῖον ἐπὶ τῇ βασιλείᾳ Φιλίππου γάμοις λαμπροῖς καὶ πράγμασι μεγάλοις εἰσοικειοῦντος .
10.2 ὑφ’ ὧν διαταραχθεὶς πέμπει Θεσσαλὸν εἰς Καρίαν , τὸν τῶν τραγῳδιῶν ὑποκριτήν , Πιξοδάρῳ διαλεξόμενον ὡς χρὴ τὸν νόθον ἐάσαντα , καὶ οὐ φρενήρη , μεθαρμόσασθαι τὸ κῆδος εἰς Ἀλέξανδρον . καὶ Πιξοδάρῳ μὲν οὐ παρὰ μικρὸν ἤρεσκε ταῦτα τῶν προτέρων μᾶλλον , δὲ Φίλιππος αἰσθόμενος , ἰὼν εἰς τὸ Ἀλεξάνδρου δωμάτιον , παραλαβὼν τῶν φίλων αὐτοῦ καὶ συνήθων ἕνα , Φιλώταν τὸν Παρμενίωνος ,
10.3 ἐπετίμησεν ἰσχυρῶς , καὶ πικρῶς ἐλοιδόρησεν ὡς ἀγεννῆ καὶ τῶν ὑπαρχόντων περὶ αὐτὸν ἀγαθῶν ἀνάξιον , εἰ Καρὸς ἀνθρώπου καὶ βαρβάρῳ βασιλεῖ δουλεύοντος ἀγαπᾷ γαμβρὸς γενέσθαι . τὸν δὲ Θεσσαλὸν ἔγραψε Κορινθίοις ὅπως ἀναπέμψωσιν ἐν πέδαις δεδεμένον . τῶν δὲ ἄλλων ἑταίρων Ἅρπαλον καὶ Νέαρχον , ἔτι δ’ Ἐρίγυιον καὶ Πτολεμαῖον ἐκ Μακεδονίας μετέστησεν , οὓς ὕστερον Ἀλέξανδρος καταγαγὼν ἐν ταῖς μεγίσταις ἔσχε τιμαῖς .
10.4 ἐπεὶ δὲ Παυσανίας Ἀττάλου γνώμῃ καὶ Κλεοπάτρας ὑβρισθεὶς καὶ μὴ τυχὼν δίκης ἀνεῖλε Φίλιππον , τὸ μὲν πλεῖστον εἰς Ὀλυμπιάδα τῆς αἰτίας περιῆλθεν , ὡς θυμουμένῳ τῷ νεανίσκῳ προσεγκελευσαμένην καὶ παροξύνασαν , ἔθιγε δέ τις καὶ Ἀλεξάνδρου διαβολή , λέγεται γὰρ ἐντυχόντος αὐτῷ τοῦ Παυσανίου μετὰ τὴν ὕβριν ἐκείνην καὶ ἀποδυρομένου προενέγκασθαι τὸ τῆς Μηδείας ἰαμβεῖον · τὸν