22.381 πάπτηνεν δ’ Ὀδυσεὺς καθ’ ἑὸν δόμον , εἴ τις ἔτ’ ἀνδρῶν
22.382 ζωὸς ὑποκλοπέοιτο , ἀλύσκων κῆρα μέλαιναν .
22.383 τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
22.384 πεπτεῶτας πολλούς , ὥστ’ ἰχθύας , οὕς θ’ ἁλιῆες
22.385 κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
22.386 δικτύῳ ἐξέρυσαν πολυωπῷ · οἱ δέ τε πάντες
22.387 κύμαθ’ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται ·
22.388 τῶν μέν τ’ Ἠέλιος φαέθων ἐξείλετο θυμόν ·
22.389 ὣς τότ’ ἄρα μνηστῆρες ἐπ’ ἀλλήλοισι κέχυντο .
22.390 δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς ·
22.391 Τηλέμαχ’ , εἰ δ’ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν ,
22.392 ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν .
22.393 ὣς φάτο , Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί ,
22.394 κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν ·
22.395 δεῦρο δὴ ὄρσο , γρηῢ παλαιγενές , τε γυναικῶν
22.396 δμῳάων σκοπός ἐσσι κατὰ μέγαρ’ ἡμετεράων ·
22.397 ἔρχεο · κικλήσκει σε πατὴρ ἐμός , ὄφρα τι εἴπῃ .
22.398 ὣς ἄρ’ ἐφώνησεν , τῇ δ’ ἄπτερος ἔπλετο μῦθος ,
22.399 ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων ,
22.400 βῆ δ’ ἴμεν · αὐτὰρ Τηλέμαχος πρόσθ’ ἡγεμόνευεν .
22.401 εὗρεν ἔπειτ’ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν ,
22.402 αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα ,
22.403 ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο ·
22.404 πᾶν δ’ ἄρα οἱ στῆθός τε παρήϊά τ’ ἀμφοτέρωθεν
22.405 αἱματόεντα πέλει , δεινὸς δ’ εἰς ὦπα ἰδέσθαι ·
22.406 ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν .
22.407 δ’ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα ,
22.408 ἴθυσέν ῥ’ ὀλολύξαι , ἐπεὶ μέγα εἴσιδεν ἔργον ·
22.409 ἀλλ’ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ ,