22.410 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
22.411 ἐν θυμῷ , γρηῦ , χαῖρε καὶ ἴσχεο μηδ’ ὀλόλυζε ·
22.412 οὐχ ὁσίη κταμένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι .
22.413 τούσδε δὲ μοῖρ’ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα ·
22.414 οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων ,
22.415 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν , ὅτις σφέας εἰσαφίκοιτο ·
22.416 τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον .
22.417 ἀλλ’ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον ,
22.418 αἵ τέ μ’ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν .
22.419 τὸν δ’ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
22.420 τοιγὰρ ἐγώ τοι , τέκνον , ἀληθείην καταλέξω .
22.421 πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
22.422 δμῳαί , τὰς μέν τ’ ἔργα διδάξαμεν ἐργάζεσθαι ,
22.423 εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι ·
22.424 τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν ,
22.425 οὔτ’ ἐμὲ τίουσαι οὔτ’ αὐτὴν Πηνελόπειαν .
22.426 Τηλέμαχος δὲ νέον μὲν ἀέξετο , οὐδέ μήτηρ
22.427 σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν .
22.428 ἀλλ’ ἄγ’ ἐγὼν ἀναβᾶσ’ ὑπερώϊα σιγαλόεντα
22.429 εἴπω σῇ ἀλόχῳ , τῇ τις θεὸς ὕπνον ἐπῶρσε .
22.430 τὴν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
22.431 μή πω τήνδ’ ἐπέγειρε · σὺ δ’ ἐνθάδε εἰπὲ γυναιξὶν
22.432 ἐλθέμεν , αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο .
22.433 ὣς ἄρ’ ἔφη , γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
22.434 ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι .
22.435 αὐτὰρ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
22.436 εἰς καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα ·
22.437 ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας ·
22.438 αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας
22.439 ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν .
22.440 αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε ,
22.441 δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο ,