17.58 δ’ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθ’ ἑλοῦσα ,
17.59 εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
17.60 ῥέξειν , αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ .
17.61 Τηλέμαχος δ’ ἄρ’ ἔπειτα διὲκ μεγάροιο βεβήκει
17.62 ἔγχος ἔχων · ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο .
17.63 θεσπεσίην δ’ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη ·
17.64 τὸν δ’ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο .
17.65 ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
17.66 ἔσθλ’ ἀγορεύοντες , κακὰ δὲ φρεσὶ βυσσοδόμευον .
17.67 αὐτὰρ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον ,
17.68 ἀλλ’ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ’ Ἁλιθέρσης ,
17.69 οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι ,
17.70 ἔνθα καθέζετ’ ἰών · τοὶ δ’ ἐξερέεινον ἕκαστα .
17.71 τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
17.72 ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν · οὐδ’ ἄρ’ ἔτι δὴν
17.73 Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ’ , ἀλλὰ παρέστη .
17.74 τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε ·
17.75 Τηλέμαχ’ , αἶψ’ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας ,
17.76 ὥς τοι δῶρ’ ἀποπέμψω , τοι Μενέλαος ἔδωκε .
17.77 τὸν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
17.78 Πείραι’ , οὐ γάρ τ’ ἴδμεν ὅπως ἔσται τάδε ἔργα .
17.79 εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
17.80 λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται ,
17.81 αὐτὸν ἔχοντά σε βούλομ’ ἐπαυρέμεν , τινα τῶνδε ·
17.82 εἰ δέ κ’ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω ,
17.83 δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων .
17.84 ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον .
17.85 αὐτὰρ ἐπεί ῥ’ ἵκοντο δόμους εὖ ναιετάοντας ,
17.86 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε ,