17.28 αὐτὰρ ἐπεί ῥ’ ἵκανε δόμους εὖ ναιετάοντας ,
17.29 ἔγχος μέν ῥ’ ἔστησε φέρων πρὸς κίονα μακρήν ,
17.30 αὐτὸς δ’ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν .
17.31 τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια ,
17.32 κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι ,
17.33 δακρύσασα δ’ ἔπειτ’ ἰθὺς κίεν · ἀμφὶ δ’ ἄρ’ ἄλλαι
17.34 δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο ,
17.35 καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους .
17.36 δ’ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια ,
17.37 Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ ,
17.38 ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα ,
17.39 κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά ,
17.40 καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
17.41 ἦλθες , Τηλέμαχε , γλυκερὸν φάος . οὔ σ’ ἔτ’ ἐγώ γε
17.42 ὄψεσθαι ἐφάμην , ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
17.43 λάθρη , ἐμεῦ ἀέκητι , φίλου μετὰ πατρὸς ἀκουήν .
17.44 ἀλλ’ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς .
17.45 τὴν δ’ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
17.46 μῆτερ ἐμή , μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
17.47 ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον ·
17.48 ἀλλ’ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθ’ ἑλοῦσα ,
17.49 εἰς ὑπερῷ’ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
17.50 εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
17.51 ῥέξειν , αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ .
17.52 αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι , ὄφρα καλέσσω
17.53 ξεῖνον , ὅτις μοι κεῖθεν ἅμ’ ἕσπετο δεῦρο κιόντι .
17.54 τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι ,
17.55 Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
17.56 ἐνδυκέως φιλέειν καὶ τιέμεν , εἰς κεν ἔλθω .
17.57 ὣς ἄρ’ ἐφώνησεν , τῇ δ’ ἄπτερος ἔπλετο μῦθος .