14.232 τῶν ἐξαιρεύμην μενοεικέα , πολλὰ δ’ ὀπίσσω
14.233 λάγχανον · αἶψα δὲ οἶκος ὀφέλλετο , καί ῥα ἔπειτα
14.234 δεινός τ’ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην .
14.235 ἀλλ’ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
14.236 ἐφράσαθ’ , πολλῶν ἀνδρῶν ὑπὸ γούνατ’ ἔλυσε ,
14.237 δὴ τότ’ ἔμ’ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
14.238 νήεσσ’ ἡγήσασθαι ἐς Ἴλιον · οὐδέ τι μῆχος
14.239 ἦεν ἀνήνασθαι , χαλεπὴ δ’ ἔχε δήμου φῆμις .
14.240 ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν ,
14.241 τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
14.242 οἴκαδε σὺν νήεσσι , θεὸς δ’ ἐκέδασσεν Ἀχαιούς .
14.243 αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς ·
14.244 μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
14.245 κουριδίῃ τ’ ἀλόχῳ καὶ κτήμασιν · αὐτὰρ ἔπειτα
14.246 Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι ,
14.247 νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν .
14.248 ἐννέα νῆας στεῖλα , θοῶς δ’ ἐσαγείρατο λαός .
14.249 ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
14.250 δαίνυντ’ · αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
14.251 θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι .
14.252 ἑβδομάτῃ δ’ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
14.253 ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
14.254 ῥηϊδίως , ὡς εἴ τε κατὰ ῥόον · οὐδέ τις οὖν μοι
14.255 νηῶν πημάνθη , ἀλλ’ ἀσκηθέες καὶ ἄνουσοι
14.256 ἥμεθα , τὰς δ’ ἄνεμός τε κυβερνῆταί τ’ ἴθυνον .
14.257 πεμπταῖοι δ’ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα ,
14.258 στῆσα δ’ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας .
14.259 ἔνθ’ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
14.260 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι ,
14.261 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι ·
14.262 οἱ δ’ ὕβρει εἴξαντες , ἐπισπόμενοι μένεϊ σφῷ ,
14.263 αἶψα μάλ’ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς