14.201 υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδ’ ἐγένοντο
14.202 γνήσιοι ἐξ ἀλόχου · ἐμὲ δ’ ὠνητὴ τέκε μήτηρ
14.203 παλλακίς , ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
14.204 Κάστωρ Ὑλακίδης , τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
14.205 ὃς τότ’ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
14.206 ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν .
14.207 ἀλλ’ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
14.208 εἰς Ἀΐδαο δόμους · τοὶ δὲ ζωὴν ἐδάσαντο
14.209 παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο ,
14.210 αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί’ ἔνειμαν .
14.211 ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
14.212 εἵνεκ’ ἐμῆς ἀρετῆς , ἐπεὶ οὐκ ἀποφώλιος ἦα
14.213 οὐδὲ φυγοπτόλεμος · νῦν δ’ ἤδη πάντα λέλοιπεν
14.214 ἀλλ’ ἔμπης καλάμην γέ σ’ ὀΐομαι εἰσορόωντα
14.215 γιγνώσκειν · γάρ με δύη ἔχει ἤλιθα πολλή .
14.216 μὲν δὴ θάρσος μοι Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνη
14.217 καὶ ῥηξηνορίην · ὁπότε κρίνοιμι λόχονδε
14.218 ἄνδρας ἀριστῆας , κακὰ δυσμενέεσσι φυτεύων ,
14.219 οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ ,
14.220 ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
14.221 ἀνδρῶν δυσμενέων τέ μοι εἴξειε πόδεσσιν .
14.222 τοῖος ἔα ἐν πολέμῳ · ἔργον δέ μοι οὐ φίλον ἔσκεν
14.223 οὐδ’ οἰκωφελίη , τε τρέφει ἀγλαὰ τέκνα ,
14.224 ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
14.225 καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί ,
14.226 λυγρά , τά τ’ ἄλλοισίν γε καταριγηλὰ πέλονται .
14.227 αὐτὰρ ἐμοὶ τὰ φίλ’ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν ·
14.228 ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις .
14.229 πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
14.230 εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
14.231 ἄνδρας ἐς ἀλλοδαπούς , καί μοι μάλα τύγχανε πολλά .