14.264 πόρθεον , ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα ,
14.265 αὐτούς τ’ ἔκτεινον · τάχα δ’ ἐς πόλιν ἵκετ’ ἀϋτή .
14.266 οἱ δὲ βοῆς ἀΐοντες ἅμ’ ἠοῖ φαινομένηφιν
14.267 ἦλθον · πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
14.268 χαλκοῦ τε στεροπῆς · ἐν δὲ Ζεὺς τερπικέραυνος
14.269 φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν , οὐδέ τις ἔτλη
14.270 μεῖναι ἐναντίβιον · περὶ γὰρ κακὰ πάντοθεν ἔστη .
14.271 ἔνθ’ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ ,
14.272 τοὺς δ’ ἄναγον ζωούς , σφίσιν ἐργάζεσθαι ἀνάγκῃ .
14.273 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
14.274 ποίησ’ ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
14.275 αὐτοῦ ἐν Αἰγύπτῳ · ἔτι γάρ νύ με πῆμ’ ὑπέδεκτο
14.276 αὐτίκ’ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
14.277 καὶ σάκος ὤμοιϊν , δόρυ δ’ ἔκβαλον ἔκτοσε χειρός ·
14.278 αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
14.279 καὶ κύσα γούναθ’ ἑλών · ὁδ’ ἐρύσατο καί μ’ ἐλέησεν ,
14.280 ἐς δίφρον δέ μ’ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα .
14.281 μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν ,
14.282 ἱέμενοι κτεῖναι δὴ γὰρ κεχολώατο λίην
14.283 ἀλλ’ ἀπὸ κεῖνος ἔρυκε , Διὸς δ’ ὠπίζετο μῆνιν
14.284 ξεινίου , ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα .
14.285 ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι , πολλὰ δ’ ἄγειρα
14.286 χρήματ’ ἀν’ Αἰγυπτίους ἄνδρας · δίδοσαν γὰρ ἅπαντες .
14.287 ἀλλ’ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν ,
14.288 δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς ,
14.289 τρώκτης , ὃς δὴ πολλὰ κάκ’ ἀνθρώποισιν ἐώργει ·
14.290 ὅς μ’ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν , ὄφρ’ ἱκόμεσθα
14.291 Φοινίκην , ὅθι τοῦ γε δόμοι καὶ κτήματ’ ἔκειτο .