12.444 ἑζόμενος δ’ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι .
12.445 Σκύλλην δ’ οὐκέτ’ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
12.446 εἰσιδέειν · οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον .
12.447 ἔνθεν δ’ ἐννῆμαρ φερόμην , δεκάτῃ δέ με νυκτὶ
12.448 νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί , ἔνθα Καλυψὼ
12.449 ναίει ἐυπλόκαμος , δεινὴ θεὸς αὐδήεσσα ,
12.450 μ’ ἐφίλει τ’ ἐκόμει τε . τί τοι τάδε μυθολογεύω ;
12.451 ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
12.452 σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ · ἐχθρὸν δέ μοί ἐστιν
12.453 αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν .