10.30 καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες ·
10.31 ἔνθ’ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα ,
10.32 αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων , οὐδέ τῳ ἄλλῳ
10.33 δῶχ’ ἑτάρων , ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν ·
10.34 οἱ δ’ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον ,
10.35 καί μ’ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ’ ἄγεσθαι
10.36 δῶρα παρ’ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο .
10.37 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον ·
10.38 πόποι , ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν
10.39 ἀνθρώποις , ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται .
10.40 πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
10.41 ληίδος , ἡμεῖς δ’ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
10.42 οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες ·
10.43 καὶ νῦν οἱ τάδ’ ἔδωκε χαριζόμενος φιλότητι
10.44 Αἴολος . ἀλλ’ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ’ ἐστίν ,
10.45 ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν .
10.46 ὣς ἔφασαν , βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων ·
10.47 ἀσκὸν μὲν λῦσαν , ἄνεμοι δ’ ἐκ πάντες ὄρουσαν .
10.48 τοὺς δ’ αἶψ’ ἁρπάξασα φέρεν πόντονδε θύελλα
10.49 κλαίοντας , γαίης ἄπο πατρίδος . αὐτὰρ ἐγώ γε
10.50 ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα ,
10.51 ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ ,
10.52 ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην .
10.53 ἀλλ’ ἔτλην καὶ ἔμεινα , καλυψάμενος δ’ ἐνὶ νηὶ
10.54 κείμην . αἱ δ’ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ
10.55 αὖτις ἐπ’ Αἰολίην νῆσον , στενάχοντο δ’ ἑταῖροι .
10.56 ἔνθα δ’ ἐπ’ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ’ ὕδωρ ,
10.57 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι .
10.58 αὐτὰρ ἐπεὶ σίτοιό τ’ ἐπασσάμεθ’ ἠδὲ ποτῆτος ,
10.59 δὴ τότ’ ἐγὼ κήρυκά τ’ ὀπασσάμενος καὶ ἑταῖρον