10.60 βῆν εἰς Αἰόλου κλυτὰ δώματα · τὸν δ’ ἐκίχανον
10.61 δαινύμενον παρὰ τ’ ἀλόχῳ καὶ οἷσι τέκεσσιν .
10.62 ἐλθόντες δ’ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ’ οὐδοῦ
10.63 ἑζόμεθ’ · οἱ δ’ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ’ ἐρέοντο ·
10.64 πῶς ἦλθες , Ὀδυσεῦ ; τίς τοι κακὸς ἔχραε δαίμων ;
10.65 μέν σ’ ἐνδυκέως ἀπεπέμπομεν , ὄφρ’ ἀφίκοιο
10.66 πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν .
10.67 ὣς φάσαν , αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ ·
10.68 ἄασάν μ’ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
10.69 σχέτλιος . ἀλλ’ ἀκέσασθε , φίλοι · δύναμις γὰρ ἐν ὑμῖν .
10.70 ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν ,
10.71 οἱ δ’ ἄνεῳ ἐγένοντο · πατὴρ δ’ ἠμείβετο μύθῳ ·
10.72 ἔρρ’ ἐκ νήσου θᾶσσον , ἐλέγχιστε ζωόντων ·
10.73 οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ’ ἀποπέμπειν
10.74 ἄνδρα τόν , ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν ·
10.75 ἔρρε , ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδ’ ἱκάνεις .
10.76 ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα .
10.77 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ .
10.78 τείρετο δ’ ἀνδρῶν θυμὸς ὑπ’ εἰρεσίης ἀλεγεινῆς
10.79 ἡμετέρῃ ματίῃ , ἐπεὶ οὐκέτι φαίνετο πομπή .
10.80 ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ ,
10.81 ἑβδομάτῃ δ’ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον ,
10.82 Τηλέπυλον Λαιστρυγονίην , ὅθι ποιμένα ποιμὴν
10.83 ἠπύει εἰσελάων , δέ τ’ ἐξελάων ὑπακούει .
10.84 ἔνθα κ’ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς ,
10.85 τὸν μὲν βουκολέων , τὸν δ’ ἄργυφα μῆλα νομεύων ·
10.86 ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι .
10.87 ἔνθ’ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν , ὃν πέρι πέτρη
10.88 ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν ,