10.1 Αἰολίην δ’ ἐς νῆσον ἀφικόμεθ’ · ἔνθα δ’ ἔναιεν
10.2 Αἴολος Ἱπποτάδης , φίλος ἀθανάτοισι θεοῖσιν ,
10.3 πλωτῇ ἐνὶ νήσῳ · πᾶσαν δέ τέ μιν πέρι τεῖχος
10.4 χάλκεον ἄρρηκτον , λισσὴ δ’ ἀναδέδρομε πέτρη .
10.5 τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν ,
10.6 ἓξ μὲν θυγατέρες , ἓξ δ’ υἱέες ἡβώοντες ·
10.7 ἔνθ’ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις .
10.8 οἱ δ’ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
10.9 δαίνυνται , παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται ,
10.10 κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
10.11 ἤματα · νύκτας δ’ αὖτε παρ’ αἰδοίῃς ἀλόχοισιν
10.12 εὕδουσ’ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι .
10.13 καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά .
10.14 μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα ,
10.15 Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν ·
10.16 καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα .
10.17 ἀλλ’ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ’ ἐκέλευον
10.18 πεμπέμεν , οὐδέ τι κεῖνος ἀνήνατο , τεῦχε δὲ πομπήν .
10.19 δῶκε δέ μ’ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο ,
10.20 ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα ·
10.21 κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων ,
10.22 ἠμὲν παυέμεναι ἠδ’ ὀρνύμεν , ὅν κ’ ἐθέλῃσι .
10.23 νηὶ δ’ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
10.24 ἀργυρέῃ , ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ ·
10.25 αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι ,
10.26 ὄφρα φέροι νῆάς τε καὶ αὐτούς · οὐδ’ ἄρ’ ἔμελλεν
10.27 ἐκτελέειν · αὐτῶν γὰρ ἀπωλόμεθ’ ἀφραδίῃσιν .
10.28 ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ ,
10.29 τῇ δεκάτῃ δ’ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα ,