9.562 αὐτούς τ’ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι ·
9.563 οἱ δ’ αἶψ’ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον ,
9.564 ἑξῆς δ’ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς .
9.565 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ ,
9.566 ἄσμενοι ἐκ θανάτοιο , φίλους ὀλέσαντες ἑταίρους .