9.532 ἀλλ’ εἴ οἱ μοῖρ’ ἐστὶ φίλους τ’ ἰδέειν καὶ ἱκέσθαι
9.533 οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν ,
9.534 ὀψὲ κακῶς ἔλθοι , ὀλέσας ἄπο πάντας ἑταίρους ,
9.535 νηὸς ἐπ’ ἀλλοτρίης , εὕροι δ’ ἐν πήματα οἴκῳ .
9.536 ὣς ἔφατ’ εὐχόμενος , τοῦ δ’ ἔκλυε κυανοχαίτης .
9.537 αὐτὰρ γ’ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
9.538 ἧκ’ ἐπιδινήσας , ἐπέρεισε δὲ ἶν’ ἀπέλεθρον ,
9.539 κὰδ’ δ’ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
9.540 τυτθόν , ἐδεύησεν δ’ οἰήιον ἄκρον ἱκέσθαι .
9.541 ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης ·
9.542 τὴν δὲ πρόσω φέρε κῦμα , θέμωσε δὲ χέρσον ἱκέσθαι .
9.543 ἀλλ’ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθ’ , ἔνθα περ ἄλλαι
9.544 νῆες ἐύσσελμοι μένον ἁθρόαι , ἀμφὶ δ’ ἑταῖροι
9.545 ἥατ’ ὀδυρόμενοι , ἡμέας ποτιδέγμενοι αἰεί ,
9.546 νῆα μὲν ἔνθ’ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν ,
9.547 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης .
9.548 μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
9.549 δασσάμεθ’ , ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης .
9.550 ἀρνειὸν δ’ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
9.551 μήλων δαιομένων δόσαν ἔξοχα · τὸν δ’ ἐπὶ θινὶ
9.552 Ζηνὶ κελαινεφέι Κρονίδῃ , ὃς πᾶσιν ἀνάσσει ,
9.553 ῥέξας μηρί’ ἔκαιον · δ’ οὐκ ἐμπάζετο ἱρῶν ,
9.554 ἀλλ’ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
9.555 νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι .
9.556 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
9.557 ἥμεθα δαινύμενοι κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ ·
9.558 ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε ,
9.559 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης .
9.560 ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
9.561 δὴ τότ’ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα