9.502 Κύκλωψ , αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
9.503 ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν ,
9.504 φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι ,
9.505 υἱὸν Λαέρτεω , Ἰθάκῃ ἔνι οἰκί’ ἔχοντα .
9.506 ὣς ἐφάμην , δέ μ’ οἰμώξας ἠμείβετο μύθῳ ·
9.507 πόποι , μάλα δή με παλαίφατα θέσφαθ’ ἱκάνει .
9.508 ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε ,
9.509 Τήλεμος Εὐρυμίδης , ὃς μαντοσύνῃ ἐκέκαστο
9.510 καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν ·
9.511 ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω ,
9.512 χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς .
9.513 ἀλλ’ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
9.514 ἐνθάδ’ ἐλεύσεσθαι , μεγάλην ἐπιειμένον ἀλκήν ·
9.515 νῦν δέ μ’ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
9.516 ὀφθαλμοῦ ἀλάωσεν , ἐπεί μ’ ἐδαμάσσατο οἴνῳ .
9.517 ἀλλ’ ἄγε δεῦρ’ , Ὀδυσεῦ , ἵνα τοι πὰρ ξείνια θείω
9.518 πομπήν τ’ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον ·
9.519 τοῦ γὰρ ἐγὼ πάϊς εἰμί , πατὴρ δ’ ἐμὸς εὔχεται εἶναι .
9.520 αὐτὸς δ’ , αἴ κ’ ἐθέλῃσ’ , ἰήσεται , οὐδέ τις ἄλλος
9.521 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων .
9.522 ὣς ἔφατ’ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον ·
9.523 αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
9.524 εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω ,
9.525 ὡς οὐκ ὀφθαλμόν γ’ ἰήσεται οὐδ’ ἐνοσίχθων .
9.526 ὣς ἐφάμην , δ’ ἔπειτα Ποσειδάωνι ἄνακτι
9.527 εὔχετο χεῖρ’ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα ·
9.528 κλῦθι , Ποσείδαον γαιήοχε κυανοχαῖτα ,
9.529 εἰ ἐτεόν γε σός εἰμι , πατὴρ δ’ ἐμὸς εὔχεαι εἶναι ,
9.530 δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδ’ ἱκέσθαι
9.531 υἱὸν Λαέρτεω , Ἰθάκῃ ἔνι οἰκί’ ἔχοντα .