9.61 ὤλονθ’ · οἱ δ’ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε .
9.62 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ ,
9.63 ἄσμενοι ἐκ θανάτοιο , φίλους ὀλέσαντες ἑταίρους .
9.64 οὐδ’ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι ,
9.65 πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι ,
9.66 οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες .
9.67 νηυσὶ δ’ ἐπῶρσ’ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
9.68 λαίλαπι θεσπεσίῃ , σὺν δὲ νεφέεσσι κάλυψε
9.69 γαῖαν ὁμοῦ καὶ πόντον · ὀρώρει δ’ οὐρανόθεν νύξ .
9.70 αἱ μὲν ἔπειτ’ ἐφέροντ’ ἐπικάρσιαι , ἱστία δέ σφιν
9.71 τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο .
9.72 καὶ τὰ μὲν ἐς νῆας κάθεμεν , δείσαντες ὄλεθρον ,
9.73 αὐτὰς δ’ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε .
9.74 ἔνθα δύω νύκτας δύο τ’ ἤματα συνεχὲς αἰεὶ
9.75 κείμεθ’ , ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες .
9.76 ἀλλ’ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ’ Ἠώς ,
9.77 ἱστοὺς στησάμενοι ἀνά θ’ ἱστία λεύκ’ ἐρύσαντες
9.78 ἥμεθα , τὰς δ’ ἄνεμός τε κυβερνῆταί τ’ ἴθυνον .
9.79 καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν ·
9.80 ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
9.81 καὶ Βορέης ἀπέωσε , παρέπλαγξεν δὲ Κυθήρων .
9.82 ἔνθεν δ’ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
9.83 πόντον ἐπ’ ἰχθυόεντα · ἀτὰρ δεκάτῃ ἐπέβημεν
9.84 γαίης Λωτοφάγων , οἵ τ’ ἄνθινον εἶδαρ ἔδουσιν .
9.85 ἔνθα δ’ ἐπ’ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ’ ὕδωρ ,
9.86 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι .
9.87 αὐτὰρ ἐπεὶ σίτοιό τ’ ἐπασσάμεθ’ ἠδὲ ποτῆτος ,
9.88 δὴ τοτ’ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας ,
9.89 οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
9.90 ἄνδρε δύω κρίνας , τρίτατον κήρυχ’ ἅμ’ ὀπάσσας .