9.31 ὣς δ’ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
9.32 Αἰαίη δολόεσσα , λιλαιομένη πόσιν εἶναι ·
9.33 ἀλλ’ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον .
9.34 ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
9.35 γίγνεται , εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
9.36 γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων .
9.37 εἰ δ’ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέ’ ἐνίσπω ,
9.38 ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι .
9.39 Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν ,
9.40 Ἰσμάρῳ . ἔνθα δ’ ἐγὼ πόλιν ἔπραθον , ὤλεσα δ’ αὐτούς ·
9.41 ἐκ πόλιος δ’ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
9.42 δασσάμεθ’ , ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης .
9.43 ἔνθ’ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
9.44 ἠνώγεα , τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο .
9.45 ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο , πολλὰ δὲ μῆλα
9.46 ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς ·
9.47 τόφρα δ’ ἄρ’ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν ,
9.48 οἵ σφιν γείτονες ἦσαν , ἅμα πλέονες καὶ ἀρείους ,
9.49 ἤπειρον ναίοντες , ἐπιστάμενοι μὲν ἀφ’ ἵππων
9.50 ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα .
9.51 ἦλθον ἔπειθ’ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ ,
9.52 ἠέριοι · τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
9.53 ἡμῖν αἰνομόροισιν , ἵν’ ἄλγεα πολλὰ πάθοιμεν .
9.54 στησάμενοι δ’ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι ,
9.55 βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν .
9.56 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ ,
9.57 τόφρα δ’ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας .
9.58 ἦμος δ’ ἠέλιος μετενίσσετο βουλυτόνδε ,
9.59 καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς .
9.60 ἓξ δ’ ἀφ’ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι