9.1 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
9.2 Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν ,
9.3 τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
9.4 τοιοῦδ’ οἷος ὅδ’ ἐστί , θεοῖς ἐναλίγκιος αὐδήν .
9.5 οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
9.6 ὅτ’ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα ,
9.7 δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ
9.8 ἥμενοι ἑξείης , παρὰ δὲ πλήθωσι τράπεζαι
9.9 σίτου καὶ κρειῶν , μέθυ δ’ ἐκ κρητῆρος ἀφύσσων
9.10 οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι ·
9.11 τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι .
9.12 σοὶ δ’ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
9.13 εἴρεσθ’ , ὄφρ’ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω ·
9.14 τί πρῶτόν τοι ἔπειτα , τί δ’ ὑστάτιον καταλέξω ;
9.15 κήδε’ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες .
9.16 νῦν δ’ ὄνομα πρῶτον μυθήσομαι , ὄφρα καὶ ὑμεῖς
9.17 εἴδετ’ , ἐγὼ δ’ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
9.18 ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων .
9.19 εἴμ’ Ὀδυσεὺς Λαερτιάδης , ὃς πᾶσι δόλοισιν
9.20 ἀνθρώποισι μέλω , καί μευ κλέος οὐρανὸν ἵκει .
9.21 ναιετάω δ’ Ἰθάκην ἐυδείελον · ἐν δ’ ὄρος αὐτῇ
9.22 Νήριτον εἰνοσίφυλλον , ἀριπρεπές · ἀμφὶ δὲ νῆσοι
9.23 πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι ,
9.24 Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος .
9.25 αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
9.26 πρὸς ζόφον , αἱ δέ τ’ ἄνευθε πρὸς ἠῶ τ’ ἠέλιόν τε ,
9.27 τρηχεῖ’ , ἀλλ’ ἀγαθὴ κουροτρόφος · οὔ τοι ἐγώ γε
9.28 ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι .
9.29 μέν μ’ αὐτόθ’ ἔρυκε Καλυψώ , δῖα θεάων ,
9.30 ἐν σπέσσι γλαφυροῖσι , λιλαιομένη πόσιν εἶναι ·