9.91 οἱ δ’ αἶψ’ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν ·
9.92 οὐδ’ ἄρα Λωτοφάγοι μήδονθ’ ἑτάροισιν ὄλεθρον
9.93 ἡμετέροις , ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι .
9.94 τῶν δ’ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν ,
9.95 οὐκέτ’ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι ,
9.96 ἀλλ’ αὐτοῦ βούλοντο μετ’ ἀνδράσι Λωτοφάγοισι
9.97 λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι .
9.98 τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ ,
9.99 νηυσὶ δ’ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας .
9.100 αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
9.101 σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων ,
9.102 μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται .
9.103 οἱ δ’ αἶψ’ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον ,
9.104 ἑξῆς δ’ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς .
9.105 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ ·
9.106 Κυκλώπων δ’ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
9.107 ἱκόμεθ’ , οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
9.108 οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτ’ ἀρόωσιν ,
9.109 ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται ,
9.110 πυροὶ καὶ κριθαὶ ἠδ’ ἄμπελοι , αἵ τε φέρουσιν
9.111 οἶνον ἐριστάφυλον , καί σφιν Διὸς ὄμβρος ἀέξει .
9.112 τοῖσιν δ’ οὔτ’ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες ,
9.113 ἀλλ’ οἵ γ’ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
9.114 ἐν σπέσσι γλαφυροῖσι , θεμιστεύει δὲ ἕκαστος
9.115 παίδων ἠδ’ ἀλόχων , οὐδ’ ἀλλήλων ἀλέγουσιν .
9.116 νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται ,
9.117 γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτ’ ἀποτηλοῦ ,
9.118 ὑλήεσσ’ · ἐν δ’ αἶγες ἀπειρέσιαι γεγάασιν
9.119 ἄγριαι · οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει ,
9.120 οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται , οἵ τε καθ’ ὕλην
9.121 ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες .
9.122 οὔτ’ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτ’ ἀρότοισιν ,
9.123 ἀλλ’ γ’ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα