7.302 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
7.303 ἥρως , μή τοι τοὔνεκ’ ἀμύμονα νείκεε κούρην ·
7.304 μὲν γάρ μ’ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι ,
7.305 ἀλλ’ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε ,
7.306 μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι ·
7.307 δύσζηλοι γάρ τ’ εἰμὲν ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων .
7.308 τὸν δ’ αὖτ’ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε ·
7.309 ξεῖν’ , οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
7.310 μαψιδίως κεχολῶσθαι · ἀμείνω δ’ αἴσιμα πάντα .
7.311 αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ,
7.312 τοῖος ἐὼν οἷός ἐσσι , τά τε φρονέων τ’ ἐγώ περ ,
7.313 παῖδά τ’ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
7.314 αὖθι μένων · οἶκον δέ κ’ ἐγὼ καὶ κτήματα δοίην ,
7.315 εἴ κ’ ἐθέλων γε μένοις · ἀέκοντα δέ σ’ οὔ τις ἐρύξει
7.316 Φαιήκων · μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο .
7.317 πομπὴν δ’ ἐς τόδ’ ἐγὼ τεκμαίρομαι , ὄφρ’ ἐὺ εἰδῇς ,
7.318 αὔριον ἔς · τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
7.319 λέξεαι , οἱ δ’ ἐλόωσι γαλήνην , ὄφρ’ ἂν ἵκηαι
7.320 πατρίδα σὴν καὶ δῶμα , καὶ εἴ πού τοι φίλον ἐστίν ,
7.321 εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ’ Εὐβοίης ,
7.322 τήν περ τηλοτάτω φάσ’ ἔμμεναι , οἵ μιν ἴδοντο
7.323 λαῶν ἡμετέρων , ὅτε τε ξανθὸν Ῥαδάμανθυν
7.324 ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν .
7.325 καὶ μὲν οἱ ἔνθ’ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
7.326 ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ’ ὀπίσσω .
7.327 εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
7.328 νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ .